[ ]
Capp. — Hanisa (Kültepe) — 2nd-1st c. BC — MbBerlin (1880) 646 — L. Robert, Noms indigènes (1963) 458 — Michel 546
1 | ἀγαθῆι τύχηι. |
ἔτους ζʹ, μηνὸς Δίου, ἐν Ανίσοις, ἐπὶ | |
δημιουργοῦ Παπου τοῦ Βαλασωπου | |
ἔδοξεν Ανισηνῶν τῆι βουλῆι καὶ τῶι | |
5 | δήμωι· πρυτανίων εἰπάντων· ἐπεὶ |
Ἀπολλώνιος Αββατος ὑπάρχων ἀνὴρ καλὸς | |
κἀγαθὸς διατελεῖ περὶ τὸ ἡμέτερον πολίτευμα, | |
ἄρξας τε ἐν τῶι δʹ ἔτει μετὰ καὶ ἑτέρων <— — —>ος | |
καὶ ἀντιποιησάμενος τὴν Σινδηνοῦ τοῦ | |
10 | Ἀπολωνίου ἀκληρο<νο>μήτου οὐσίαν, ὑποστησά- |
μενος δαπάνας τε καὶ κακοπαθίας, καλούμενος | |
ἐν Εὐσεβείαι ἐπὶ τὴν δικαιοδοσίαν ἐπί τε | |
Μηνοφίλου τοῦ Μαιδάτου ἀρχιδιοικητοῦ κα[ὶ] | |
Ἀλεξάνδρου τοῦ Σασᾶι τοῦ ἐν Εὐσεβείαι ἐπὶ τῆς | |
15 | πόλεως ὑπό τε Ανοπτηνου τοῦ Τειρεους τοῦ καὶ |
ἀντιποιουμένου τὴν κληρονομίαν καὶ ἑτέρων | |
τινῶν πολιτῶν, οὐ προέδωκεν τὸν δῆμον, ἀλλὰ | |
σπουδὴν καὶ φιλοτιμίαν εἰσενεγκάμενος περι- | |
εποίησεν τῶι δήμωι κατὰ ἀπόφασιν τὴν κληρο- | |
20 | νομίαν· δι’ ὃ δεδόχθαι τῆι βουλῆι καὶ τῷ δήμωι· |
μὴ ἀπαρασήμαντον ἐᾶσαι τὴν τοῦ ἀνδρὸς καλοκαγα- | |
θίαν, ἀλλὰ κατὰ τὴν γεγενημένην ἐν βουλῆι καὶ ἐκλη- | |
σίαι χειροτονίαν ὑπάρχειν αὐτὸν εὐεργέτην τοῦ | |
δήμου καὶ στεφανοῦσθαι ἔν τε τοῖς Διοσσωτηρίοις | |
25 | καὶ Ἡρακλείοις καὶ ἐν ταῖς κατὰ μῆνα καὶ κατ’ ἐνιαυτὸν |
δημοτελέσι συνόδοις χρυσῶι στεφάνωι, τοῦ ἱερο- | |
κήρυκος ἀναγορεύοντος κατὰ τάδε· "ὁ δῆμος | |
στεφανοῖ Ἀπολλώνιον Αββα εὐεργέτην χρυσῶι | |
σ<τ>εφάνωι τύχηι ἀγαθῆι"· τοῦ δὲ ψηφίσματος τούτου | |
30 | τὸ ἀντίγραφον ἀναγράψαντα εἰς πίνακα χαλκοῦν |
ἀναθεῖναι ἐν τῶι προνάωι τοῦ τῆς Ἀστάρτης ἱεροῦ, | |
ὅπως ἂν και οἱ λοιποὶ θεωροῦντες τὸ τοῦ δήμου | |
εὐχάριστον πειρῶνται ἀεί τινος ἀγαθοῦ παραίτιοι | |
γίνεσθαι τῆι πόλει. | |
35 | ἔδοξε. |