[ ]
Capp. — Hanisa (Kültepe) — 2nd-1st c. BC — MbBerlin (1880) 646 — L. Robert, Noms indigènes (1963) 458 — Michel 546
| 1 | ἀγαθῆι τύχηι. |
| ἔτους ζʹ, μηνὸς Δίου, ἐν Ανίσοις, ἐπὶ | |
| δημιουργοῦ Παπου τοῦ Βαλασωπου | |
| ἔδοξεν Ανισηνῶν τῆι βουλῆι καὶ τῶι | |
| 5 | δήμωι· πρυτανίων εἰπάντων· ἐπεὶ |
| Ἀπολλώνιος Αββατος ὑπάρχων ἀνὴρ καλὸς | |
| κἀγαθὸς διατελεῖ περὶ τὸ ἡμέτερον πολίτευμα, | |
| ἄρξας τε ἐν τῶι δʹ ἔτει μετὰ καὶ ἑτέρων <— — —>ος | |
| καὶ ἀντιποιησάμενος τὴν Σινδηνοῦ τοῦ | |
| 10 | Ἀπολωνίου ἀκληρο<νο>μήτου οὐσίαν, ὑποστησά- |
| μενος δαπάνας τε καὶ κακοπαθίας, καλούμενος | |
| ἐν Εὐσεβείαι ἐπὶ τὴν δικαιοδοσίαν ἐπί τε | |
| Μηνοφίλου τοῦ Μαιδάτου ἀρχιδιοικητοῦ κα[ὶ] | |
| Ἀλεξάνδρου τοῦ Σασᾶι τοῦ ἐν Εὐσεβείαι ἐπὶ τῆς | |
| 15 | πόλεως ὑπό τε Ανοπτηνου τοῦ Τειρεους τοῦ καὶ |
| ἀντιποιουμένου τὴν κληρονομίαν καὶ ἑτέρων | |
| τινῶν πολιτῶν, οὐ προέδωκεν τὸν δῆμον, ἀλλὰ | |
| σπουδὴν καὶ φιλοτιμίαν εἰσενεγκάμενος περι- | |
| εποίησεν τῶι δήμωι κατὰ ἀπόφασιν τὴν κληρο- | |
| 20 | νομίαν· δι’ ὃ δεδόχθαι τῆι βουλῆι καὶ τῷ δήμωι· |
| μὴ ἀπαρασήμαντον ἐᾶσαι τὴν τοῦ ἀνδρὸς καλοκαγα- | |
| θίαν, ἀλλὰ κατὰ τὴν γεγενημένην ἐν βουλῆι καὶ ἐκλη- | |
| σίαι χειροτονίαν ὑπάρχειν αὐτὸν εὐεργέτην τοῦ | |
| δήμου καὶ στεφανοῦσθαι ἔν τε τοῖς Διοσσωτηρίοις | |
| 25 | καὶ Ἡρακλείοις καὶ ἐν ταῖς κατὰ μῆνα καὶ κατ’ ἐνιαυτὸν |
| δημοτελέσι συνόδοις χρυσῶι στεφάνωι, τοῦ ἱερο- | |
| κήρυκος ἀναγορεύοντος κατὰ τάδε· "ὁ δῆμος | |
| στεφανοῖ Ἀπολλώνιον Αββα εὐεργέτην χρυσῶι | |
| σ<τ>εφάνωι τύχηι ἀγαθῆι"· τοῦ δὲ ψηφίσματος τούτου | |
| 30 | τὸ ἀντίγραφον ἀναγράψαντα εἰς πίνακα χαλκοῦν |
| ἀναθεῖναι ἐν τῶι προνάωι τοῦ τῆς Ἀστάρτης ἱεροῦ, | |
| ὅπως ἂν και οἱ λοιποὶ θεωροῦντες τὸ τοῦ δήμου | |
| εὐχάριστον πειρῶνται ἀεί τινος ἀγαθοῦ παραίτιοι | |
| γίνεσθαι τῆι πόλει. | |
| 35 | ἔδοξε. |