1 | [ἐ]πὶ Διοτίμου ἄρχοντος ἐπὶ τῆ[ς] |
[Π]αμδιονίδος δ[ω]δεκάτης πρυ[τα]- | |
νείας, ἧι Λυσίσ[τ]ρατος [Ἀ]ριστο[μ]- | |
άχου Παιανιεὺ[ς] ἐγραμ[μ]άτευε[ν]· | |
5 | Σκιροφοριῶνος ἕκτει [μ]ετ’ εἰκ[ά]- |
δας, πέμπτει καὶ ε<ἰ>κοστ[ε]ῖ τῆς π[ρ]- | |
υτανείας· ἐκκλησία· τῶ[ν] προέδ[ρ]- | |
ων ἐπεψήφιζεν Φιλόμηλος Φιλ[ο]- | |
μήλου Ἁλαιεὺς καὶ συμπρόεδρ[ο]- | |
10 | ι· ἔδοξεν τῶι δήμωι· Σιμωνίδ[ης Ἡ]- |
γήμονος Ἁγνού[σ]ιος εἶ[πε]ν· ἐ[πει]- | |
δὴ ὁ Παιόνων β[ασ]ιλεὺς [Α]ὐδωλ[έω]- | |
ν ἔκ τε τῶν ἔμ[π]ροσθε χρόνων ε[ὔν]- | |
ους ἐστὶν τῶι δήμωι τῶ[ι] Ἀθηνα[ί]- | |
15 | ων χρείας παρεχόμενο[ς] καὶ συ[ν]- |
εργῶν εἰς τὴν ἐλευθερ[ί]αν τῆι [π]- | |
όλει καὶ κομισαμένου [τ]οῦ δήμ[ο]- | |
υ τὸ ἄστυ πυθόμενος συ[ν]ήσθη τ[ο]- | |
ῖς γεγενημένοις εὐτυχήμασι[ν] | |
20 | νομίζων εἶναι κοινὴν καὶ αὐτ[ῶ]- |
ι τὴν τῆς πόλεως σωτηρίαν, παρ[έ]- | |
χετα[ι] δὲ χρείας καὶ ἰδίαι τοῖ[ς] | |
τε διατρίβουσιν Ἀθηναίων πα[ρ]’ | |
ἑαυτὸν καὶ τοῖς ἀφικνουμένο[ι]- | |
25 | ς εἰς τὴν χώραν, δέδωκεν δὲ καὶ [σ]- |
ί[τ]ου δωρεὰν τῶι δήμωι μεδίμν[ο]- | |
[υ]ς ἑπτακισχιλίους κα[ὶ] πεντα[κ]- | |
οσίους Μακεδονίας τοῖς ἰδίοι[ς] | |
ἀναλώμασιν καταστήσας εἰς τ[ο]- | |
30 | ὺς λιμένας τοὺς τῆς πόλεως, ἐπ[α]- |
νγέλλεται δὲ καὶ εἰς τὸ λοιπὸ[ν] | |
παρέξεσθαι χρείας συνεργῶν [ε]- | |
ἴς τε τὴν τοῦ Πειραιέως κομιδ[ὴ]- | |
ν καὶ τὴν τῆς πόλεως ἐλευθερί[α]- | |
35 | ν· ἀγαθεῖ τύχει δεδόχθαι τῶι vv |
δήμωι ἐπαινέσαι τὸμ βασιλέι[α] | |
Αὐδωλέοντα Πατρά%⁸⁰ου Παιόνα [ἀ]- | |
ρετῆς ἕνεκα καὶ εὐνοίας τῆς ε[ἰ]- | |
ς τὸν δῆμον τὸν Ἀθηναίων καὶ στ[ε]- | |
40 | [φ]ανῶσαι αὐτὸν χρυσῶι στεφάν[ω]- |
[ι] καὶ ἀνειπεῖν τὸν στ[έ]φανον Δ[ι]- | |
[ο]νυσίων τῶν μεγάλων τ[ρ]αγωιδ[ῶ]- | |
ν τῶι ἀγῶν[ι], τῆς [δ]ὲ ποή[σ]εως τοῦ [σ]- | |
τεφάνου καὶ τῆς ἀναγορεύσεω[ς] | |
45 | [ἐ]πιμεληθῆναι τοὺς ἐπὶ τεῖ δι[ο]- |
[ι]κήσει· εἶναι δὲ αὐτὸν Ἀθηναῖ[ο]- | |
[ν] καὶ τοὺς ἐγγόνους αὐτοῦ καὶ [ἐ]- | |
[ξ]εῖναι αὐτῶι γράψασθαι φυλῆς κ[α]- | |
[ὶ] δήμου καὶ φρατρίας ἧς ἂμ βού%⁸⁰- | |
50 | ληται, τοὺς δὲ πρυτάνεις οἳ ἂν [π]- |
ρῶτον λάχωσιν πρυτανεύειν δ[ο]- | |
ῦναι περὶ αὐτοῦ τὴν ψῆφον εἰς [τ]- | |
ὴμ πρώτην ἐκκλησίαν, τοὺς δὲ [θε]- | |
σμοθέτας [εἰ]σαγαγεῖν αὐτῶι τ%⁸⁰- | |
55 | ὴν δοκιμα[σί]αν τῆς δωρεᾶς εἰς [τ]- |
ὸ δικαστή[ρι]ον, ὅταν πρῶτον ο[ἷό]- | |
[ν] τ’ ἦι· στῆσ[αι δ]ὲ αὐτοῦ καὶ εἰκόν[α] | |
[χ]αλκῆ[ν] ἐφ’ [ἵπ]που ἐν ἀγορᾶι, τῆ[ς δ]- | |
[ὲ] ποήσ[ε]ω[ς κα]ὶ τῆς στά[σ]εως ἐπι[μ]- | |
60 | [ελ]ηθῆ[ναι το]ὺς ἐπὶ τῆ[ι] διοικ[ήσ]- |
[ει]. |
IG II²
654