[ ]
Cil. — Magarsos--Antiocheia (Karataş) — ca. 140 BC — JKF 1 (1950) 325-327 — LSAM 81
— — — | |
τοῦ τε ἡμετέρου δήμου καὶ τ[ῶν Ἀντιοχέων τῶν πρὸς τῶι] | |
Κύδνωι καὶ τῶν συναυξησόντων τὰ τῆ[ς φιλανθρω]πίας καὶ | |
φιλίας καὶ ὁμονοίας δίκαια. δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· | |
συντελεσθῆναι τὰ προδεδηλωμένα καθ’ ἃ ἐφάνη τῶι πλήθει. τῆς δὲ | |
5 | κατασκευῆς τοῦ βωμοῦ προνοηθῆναι τοὺς πρυτάνεις. ἐν ἧι δ’ ἂν ἡμέραι |
․․․c.11․․․․ ὁ βωμὸς πεμφθῆναι πομπὴν ἀπὸ τῆς ἑστίας τῆς βουλαίας | |
ὡς καλλίστην καὶ ἐπιφανεστάτην διὰ τοῦ δημιουργοῦ καὶ τῶν | |
πρυτάνεων εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς τῆς Μαγαρσίας. θυθῆναι δὲ | |
τῆι τε Ἀθηνᾶι καὶ Ὁμονοίαι ἑκατέραι δάμαλιν χρυσοκέρω[ν]. | |
10 | συμπομπεῦσαι δὲ τούς τε ἱερεῖς καὶ τὴν συναρχίαν καὶ τοὺς νενικηκότα[ς] |
τοὺς στεφανίτας ἀγῶνας καὶ τὸν γυμνασίαρχον μετὰ τῶν | |
ἐφήβων καὶ τῶν νέων καὶ τὸν παιδονόμον μετὰ τῶν παίδων. εἶναι δὲ | |
καὶ ἐχεχειρίαν καὶ στεφανηφορίαν καὶ ἔργων καὶ δεσμῶν ἀφεῖσθαι | |
πάντας. συναχθῆναι δὲ τοὺς μὲν ἄρχοντας καὶ τοὺς στεφανίτας | |
15 | ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς τῆς Μαγαρσίας, τοὺς δὲ πολίτας κατὰ φυλάς. |
τῆς δὲ περὶ τὴν πανήγυριν εὐκοσμίας προνοηθῆναι τόν τε ἱερομνήμονα | |
καὶ τοὺς φυλάρχους. ἐν δὲ τοῖς μετὰ ταῦτα χρόνοις θύεσθαι ἐπὶ τοῦ | |
βωμοῦ κατὰ μῆνα τῆι νουμηνίαι ἱερεῖον, κατὰ δὲ ἐνιαυτὸν ἕκαστον | |
τήν τε πομπὴν καὶ τὰς θυσίας καὶ τἆλλα πάντα γίνεσθαι ἀκολούθως | |
20 | τοῖς προγεγραμμένοις. τὰ δὲ προδεδηλωμένα |
ἑτοιμάζεσθαι διὰ τῶν ταμιῶν ἀπὸ τῶν | |
δημοσίων. ὅπως δὲ ἐκφανὴς πᾶσιν ὑπάρχῃ ἡ τοῦ δήμου | |
πρὸς τοὺς συγγενεῖς ἀληθινὴ καὶ οἰκεία διάθεσις, καλεῖσθαι | |
[ὑ]πὸ τοῦ ἱεροκήρυκος εἰς προεδρίαν ἐν τοῖς μουσικοῖς ἀγῶσ[ιν] | |
25 | Ἀντιοχεῖς τοὺς πρὸς τῶι Κύδνωι τοὺς συγγενεῖς καὶ φίλους. |
καὶ ἐπειδὰν συντελῶνται αἱ νενομισμέναι κατευχαὶ καὶ σπον- | |
δοποΐαι ἐν τῶι θεάτρωι τοῖς τε θεοῖς καὶ τοῖς βασιλεῦσιν, | |
κατεύχεσθαι αὐτὸν κατὰ τὰ πάτρια γίνεσθαι καὶ Ἀντιοχεῦσιν τοῖς | |
πρὸς τῶι Κύδνωι τὰ ἀγαθὰ πάντα, ὅσαπερ ἂν καὶ τῶι ἡμετέρωι δήμωι | |
30 | κατεύχηται. τὸν δὲ γραμματέα τῆς βουλῆς καὶ τῆς ἐκκλησίας |
Λῦσιν Μνασέου ἀναγράψαντα τόδε τὸ ψήφισμα ἐν στήληι Παρίου | |
λίθου ὡς χρηστοτάτου παραστῆσαι τῶι δήμωι. τὸ δὲ εἰς τὴν κατα- | |
σκευὴν καὶ ἀναγραφὴν καὶ ἀνάθεσιν τῆς στήλης δοῦναι τοὺς | |
ταμίας ἀπὸ τῶν δημοσίων. τὸν δὲ δημιουργὸν Δημήτριον | |
35 | Δημητρίου τοῦ Ἀναξίππου καὶ ἄλλους πρεσβευτὰς δύο, οὓς ἂν ἡ |
ἐκκλησία ἕληται, ἀποδημήσαντας πρὸς Ἀντιοχεῖς καὶ ἀποδόντας | |
τὸ ψήφισμα ἀσπάσασθαί τε αὐτοὺς παρὰ τοῦ πλήθους καὶ ἐμφαν[ί]- | |
σαντας τὴν τῶν πολιτῶν εὔνοιαν διαλεχθῆναι περὶ τῶν σ[υ]μ- | |
φερόντων ἀμφοτέραις ταῖς πόλεσιν. ἡιρέθησαν Διονύσιος | |
40 | Ἀλεξάνδρου, Μουσαῖος Νικολάου. {²vac.}² |