a.1 | [ἡ βουλὴ καὶ ὁ δῆμος] |
ἐτείμησαν Τουέα Δίστου Κανάνη | |
ἄνδρα ἀγαθὸν πρυτανεύσαντα | |
τὸ δεύτερον δημωφελῶς, δη- | |
5 | μιουργήσαντα φιλοτείμως |
ἱερανομήσαντα ἐκτενῶς, | |
πᾶσας ἀρχὰς καὶ λειτουργίας | |
καὶ φιλοτειμίας πληρώσαντα | |
τῆ πατρίδι, ἐπιδόντα καὶ εἰς ἐπι- | |
10 | σκευὴν τοῦ ὑδραγωγ<ε>ίου 𐆖 χείλια. |
τὸν δὲ ἀνδριάντα ἀνέστησαν | |
Κῶνις καὶ Μᾶς αἱ θυγατέρες αὐ- | |
τοῦ κατὰ διαθήκην τοῦ πατρὸς | |
μνήμης χάριν. | |
b.1 | [ἡ βουλὴ καὶ ὁ δῆμος] |
ἐτείμησαν Μάτιν | |
Τουέους γυναῖκα | |
Του<έ>ους Δίστου | |
5 | Κανάνη ἀνδρὸς ἀγαθο[ῦ], |
vacat | |
6 | ἀρχιερασαμένην τῆς |
Σεβαστῆς. τὸν δὲ ἀν- | |
δριάντα ἀνέστησαν Κῶ- | |
νις καὶ Μᾶς αἱ θυγατέ- | |
10 | ρες αὐτῆς μνήμης χά[ριν]. |
MonAnt
23 (1914) 179,124