[ ] Cil. — Iotape (Aydap İskelesi) — Mon.Ant. 23.1914.179,124
a.1 [ἡ βουλὴ καὶ ὁ δῆμος]
ἐτείμησαν Τουέα Δίστου Κανάνη
ἄνδρα ἀγαθὸν πρυτανεύσαντα
τὸ δεύτερον δημωφελῶς, δη-
5 μιουργήσαντα φιλοτείμως
ἱερανομήσαντα ἐκτενῶς,
πᾶσας ἀρχὰς καὶ λειτουργίας
καὶ φιλοτειμίας πληρώσαντα
τῆ πατρίδι, ἐπιδόντα καὶ εἰς ἐπι-
10 σκευὴν τοῦ ὑδραγωγ<ε>ίου 𐆖 χείλια.
τὸν δὲ ἀνδριάντα ἀνέστησαν
Κῶνις καὶ Μᾶς αἱ θυγατέρες αὐ-
τοῦ κατὰ διαθήκην τοῦ πατρὸς
μνήμης χάριν.
b.1 [ἡ βουλὴ καὶ ὁ δῆμος]
ἐτείμησαν Μάτιν
Τουέους γυναῖκα
Του<έ>ους Δίστου
5 Κανάνη ἀνδρὸς ἀγαθο[ῦ],
      vacat
6 ἀρχιερασαμένην τῆς
Σεβαστῆς. τὸν δὲ ἀν-
δριάντα ἀνέστησαν Κῶ-
νις καὶ Μᾶς αἱ θυγατέ-
10 ρες αὐτῆς μνήμης χά[ριν].
Search Help
Contact Us