[ ] Cil., W. — Elaioussa-Sebaste (Ayaş) — JÖAI 18.1915,Beibl.45/48 — RepWKI 88,ElS.23
0 [Ἑρμᾶς {²τοῦ δεῖνα}² ὑπὲρ ἑαυτοῦ καὶ τῆς γυναικὸς]
Φιρμείνας Ἑρμογένους καὶ Κυριλίνης Αππα μη-
τρὸς αὐτῆς κατεσκεύασεν τὴν μάκραν
ἐκ τῶν ἰδίων. ἐξορκίζομεν ὑμᾶς τὸν ἐ-
πουράνιον θεὸν καὶ Ἥλιον καὶ Σελήνην καὶ τοὺς
5 παραλαβόντας ἡμᾶς καταχθονίους θεοὺς μη-
δένα τῶν ἐμῶν ἢ ἴδιον ἢ ἀλλότριον ἢ τῶν υἱῶν
μου ἢ τῶν ἐγγόνων μου {ἐγγόνους} ἢ ἀρρέ-
νων ἢ θηλυκῶν μήτε ἐπενβαλεῖν τοῖς
ὀστοῖς ἡμῶν ἕτερον πτῶμα μήτε πρᾶ-
10 σιν ποιήσασθαί τινα τῆς μάκρας ἢ μόνον τε-
θῆναι Ἑρμᾶν ἐν τῇ μάκρᾳ. ὂς δ’ ἂν παρὰ τα[ῦ]-
τα ποιήσῃ, ἀποτεισάτω εἰς τὸν θησαυρ[ὸν]
τῆς Σελήνης (δην.) βʹ καὶ τῷ κυ[ρι]ακῷ τ[α]μ[ε]ίῳ (δην.) [—ʹ καὶ τῇ]
Σεβαστηνῶ[ν πόλει (δην.) —ʹ. — — —]-
15 [σ]ίμου τάφῳ οἰκοδομητῷ κοινῷ τῷ ὄντι
προσβασον(?) ὄντι ἐν τῷ αὐτῷ τόπῳ, οὗ ἐστιν.
Search Help
Contact Us