[ ]
Cil., W. — Elaioussa-Sebaste (Ayaş) — JÖAI 18.1915,Beibl.45/48 — RepWKI 88,ElS.23
| 0 | [Ἑρμᾶς {²τοῦ δεῖνα}² ὑπὲρ ἑαυτοῦ καὶ τῆς γυναικὸς] |
| Φιρμείνας Ἑρμογένους καὶ Κυριλίνης Αππα μη- | |
| τρὸς αὐτῆς κατεσκεύασεν τὴν μάκραν | |
| ἐκ τῶν ἰδίων. ἐξορκίζομεν ὑμᾶς τὸν ἐ- | |
| πουράνιον θεὸν καὶ Ἥλιον καὶ Σελήνην καὶ τοὺς | |
| 5 | παραλαβόντας ἡμᾶς καταχθονίους θεοὺς μη- |
| δένα τῶν ἐμῶν ἢ ἴδιον ἢ ἀλλότριον ἢ τῶν υἱῶν | |
| μου ἢ τῶν ἐγγόνων μου {ἐγγόνους} ἢ ἀρρέ- | |
| νων ἢ θηλυκῶν μήτε ἐπενβαλεῖν τοῖς | |
| ὀστοῖς ἡμῶν ἕτερον πτῶμα μήτε πρᾶ- | |
| 10 | σιν ποιήσασθαί τινα τῆς μάκρας ἢ μόνον τε- |
| θῆναι Ἑρμᾶν ἐν τῇ μάκρᾳ. ὂς δ’ ἂν παρὰ τα[ῦ]- | |
| τα ποιήσῃ, ἀποτεισάτω εἰς τὸν θησαυρ[ὸν] | |
| τῆς Σελήνης (δην.) βʹ καὶ τῷ κυ[ρι]ακῷ τ[α]μ[ε]ίῳ (δην.) [—ʹ καὶ τῇ] | |
| Σεβαστηνῶ[ν πόλει (δην.) —ʹ. — — —]- | |
| 15 | [σ]ίμου τάφῳ οἰκοδομητῷ κοινῷ τῷ ὄντι |
| προσβασον(?) ὄντι ἐν τῷ αὐτῷ τόπῳ, οὗ ἐστιν. |