[ ]
Cil., W. — Elaioussa-Sebaste (Ayaş) — Kızılbağ Sanctuary — Augustan — JHS 12.1891.233,16 — OGI 573, LSAM 80
| 1 | ἔδοξε τοῖς ἑταίροις καὶ Σαββα- |
| τισταῖς θεοῦ [προν]οίαι Σαββατισ- | |
| τοῦ συνηγμένοις· τὴν ἐπιγρα- | |
| φὴν χαράξαντας μηδένα ἄκυ- | |
| 5 | ρον ποιῆσαι· τῶι δὲ ποιήσαν- |
| τί ἐστω{ι} ἁγνεία· ἐάν τις θέλῃ τι | |
| ἀνάθεμα θεῖναι, τῶι θέλον- | |
| τι ἀνάθεμα θεῖναι ἐξέστω. | |
| Πρῶτος λέγει· στεφανοῦ- | |
| 10 | σθαι Α̣ἰθιβήλ[ι]ον τὸν συνα- |
| γωγέα. τῶν δὲ ἀναθεμάτων | |
| τῶν ὄντων ἔν τε τοῖς ναοῖς | |
| καὶ τῶν ἐπιγεγραμμένων ἔν | |
| τε ταῖς στήλαις καὶ τοῖς ἀναθέμα- | |
| 15 | σιν μηδενὶ ἐξέστω{ι} μήτε ἀπα- |
| λεῖψαι μήτε ἀχρεῶσαι μήτε μετᾶ- | |
| ραι· ἐὰν δέ τις παρεγβὰς ποιήσῃ ἢ | |
| [ἁ]μαρτῆι τὸ εἰς τὸν θεὸν τὸν Σαβ- | |
| βαστιστὴν καὶ ἀποτεισάτω{ι} εἰς | |
| 20 | τὸν θεὸν τὸν Σαββατιστήν [∙ ∙ ρʹ]· |
| καὶ τοῖς Σαββατισταῖς ∙ ∙ ρʹ· καὶ τῆι πόλι | |
| ∙ ∙ ρʹ· καὶ δυνάστηι ∙ ∙ ρʹ· ἔστω{ι} δ’ ἡ στήλη ἀ[π]- | |
| ομοσία κ̣α̣τ̣’ ἴ̣σ̣ον̣ μηδένα ὑποδέ- | |
| ξασθαι τὸ ἦμαρ· διαιρείτω{ι} δ’ ὁ ἱε- | |
| 25 | ρεὺς τὰ ἰσφερόμενα τῶι θεῶι εἰς κατα- |
| σκευὴν τοῦ τόπου. |