[ ]
Cil., W. — Elaioussa-Sebaste (Ayaş) — Kızılbağ Sanctuary — Augustan — JHS 12.1891.233,16 — OGI 573, LSAM 80
1 | ἔδοξε τοῖς ἑταίροις καὶ Σαββα- |
τισταῖς θεοῦ [προν]οίαι Σαββατισ- | |
τοῦ συνηγμένοις· τὴν ἐπιγρα- | |
φὴν χαράξαντας μηδένα ἄκυ- | |
5 | ρον ποιῆσαι· τῶι δὲ ποιήσαν- |
τί ἐστω{ι} ἁγνεία· ἐάν τις θέλῃ τι | |
ἀνάθεμα θεῖναι, τῶι θέλον- | |
τι ἀνάθεμα θεῖναι ἐξέστω. | |
Πρῶτος λέγει· στεφανοῦ- | |
10 | σθαι Α̣ἰθιβήλ[ι]ον τὸν συνα- |
γωγέα. τῶν δὲ ἀναθεμάτων | |
τῶν ὄντων ἔν τε τοῖς ναοῖς | |
καὶ τῶν ἐπιγεγραμμένων ἔν | |
τε ταῖς στήλαις καὶ τοῖς ἀναθέμα- | |
15 | σιν μηδενὶ ἐξέστω{ι} μήτε ἀπα- |
λεῖψαι μήτε ἀχρεῶσαι μήτε μετᾶ- | |
ραι· ἐὰν δέ τις παρεγβὰς ποιήσῃ ἢ | |
[ἁ]μαρτῆι τὸ εἰς τὸν θεὸν τὸν Σαβ- | |
βαστιστὴν καὶ ἀποτεισάτω{ι} εἰς | |
20 | τὸν θεὸν τὸν Σαββατιστήν [∙ ∙ ρʹ]· |
καὶ τοῖς Σαββατισταῖς ∙ ∙ ρʹ· καὶ τῆι πόλι | |
∙ ∙ ρʹ· καὶ δυνάστηι ∙ ∙ ρʹ· ἔστω{ι} δ’ ἡ στήλη ἀ[π]- | |
ομοσία κ̣α̣τ̣’ ἴ̣σ̣ον̣ μηδένα ὑποδέ- | |
ξασθαι τὸ ἦμαρ· διαιρείτω{ι} δ’ ὁ ἱε- | |
25 | ρεὺς τὰ ἰσφερόμενα τῶι θεῶι εἰς κατα- |
σκευὴν τοῦ τόπου. |