[ ] Epidauria — Epidauros
14                      Πανί.
15 Πᾶνα τὸν Νυμφαγέτα[ν], | Ναΐδων μέλημ’ ἀείδω, |
  χρυσέων χορῶν ἄγαλ̣μ̣α, | κωτίλας ἄνακτα [μ]οίσας. |
  εὐθρόου σύριγγος εὖ[χο]ς, | ἔνθεον Σειρῆνα χεύῃ·
  ἐς μέλος δὲ κοῦφα βαίνων | εὐσκίων πήδα κατ’
  ἄντρων, | παμφυὲς νωμῶν δέμας, | εὐχόρευτος εὐ-
20   πρόσωπος, | ἐνπρέπων ξανθῶι γενείωι. | ἐς δ’ Ὄλυνπον
  ἀστερωπὸν | ἔρχεται πανῳδὸς ἀχώ, | θεῶν Ὀλυμπίων
  ὅμιλον | ἀμβρόται ῥαίνοισα{ι} {²⁶ῥαίνοισα}²⁶ μοίσαι. | χθὼν δὲ πᾶσα καὶ
  θάλασσα | κίρναται τεὰν χάριν· σὺ | γὰρ πέλεις ἔρισμα
  πάντων, | ὦ ἰὴ Πὰν Πάν.
Search Help