14 | Πανί. |
15 | Πᾶνα τὸν Νυμφαγέτα[ν], | Ναΐδων μέλημ’ ἀείδω, | |
χρυσέων χορῶν ἄγαλ̣μ̣α, | κωτίλας ἄνακτα [μ]οίσας. | | |
εὐθρόου σύριγγος εὖ[χο]ς, | ἔνθεον Σειρῆνα χεύῃ· | |
ἐς μέλος δὲ κοῦφα βαίνων | εὐσκίων πήδα κατ’ | |
ἄντρων, | παμφυὲς νωμῶν δέμας, | εὐχόρευτος εὐ- | |
20 | πρόσωπος, | ἐνπρέπων ξανθῶι γενείωι. | ἐς δ’ Ὄλυνπον |
ἀστερωπὸν | ἔρχεται πανῳδὸς ἀχώ, | θεῶν Ὀλυμπίων | |
ὅμιλον | ἀμβρόται ῥαίνοισα{ι} {²⁶ῥαίνοισα}²⁶ μοίσαι. | χθὼν δὲ πᾶσα καὶ | |
θάλασσα | κίρναται τεὰν χάριν· σὺ | γὰρ πέλεις ἔρισμα | |
πάντων, | ὦ ἰὴ Πὰν Πάν. |
IG IV²,1
130