[ ] Cil. — Elaioussa-Sebaste (Ayaş) — Kanytella (Kanlıdivane) — 1st-3rd c. AD — SEG 30.1562
1 θηρῶν κράτιστε καὶ
  θεῶν μύστα λέων |
τίνος φυλάσσεις χῶρον
  ἐς γένος μακρόν, |
5 τίς σῆς ὑπάρχει θνητὸς ὢν
  τειμῆς φράσον. |
ἀνδρῶν ἄριστος καὶ πάτρας
  προὔχων ἀνήρ, |
ἀρετῆς τε πάσης στέμμασιν
10   κοσμούμενος |
Σανδαιος ὃς γῆς δεσπότης
  ταύτης κυρεῖ. |
Search Help
Contact Us