[ ]
Cil. — Elaioussa-Sebaste (Ayaş) — Kanytella (Kanlıdivane) — 1st-3rd c. AD — SEG 30.1562
1 | θηρῶν κράτιστε καὶ |
θεῶν μύστα λέων | | |
τίνος φυλάσσεις χῶρον | |
ἐς γένος μακρόν, | | |
5 | τίς σῆς ὑπάρχει θνητὸς ὢν |
τειμῆς φράσον. | | |
ἀνδρῶν ἄριστος καὶ πάτρας | |
προὔχων ἀνήρ, | | |
ἀρετῆς τε πάσης στέμμασιν | |
10 | κοσμούμενος | |
Σανδαιος ὃς γῆς δεσπότης | |
ταύτης κυρεῖ. | |