[ ] Cil., W. — Iotape (Aydap İskelesi)
1 αὐτοκράτορι Νέρουα Τραιανῶ
Καίσαρι ἀρίστω Σεβαστῶ Γερμα-
νικῶ Δακικῶ Παρθικῶ καὶ τῆ Ἰωτα-
πειτῶν πόλει Τούης Ἰρδαουέξου
5 φιλόπατρις ἀρχιερασάμενος τῶν
[Σ]εβαστῶν τὸ τρίτον καὶ δημιουρ-
[γ]ήσος τὸ βʹ καὶ γυμνασιαρχήσας
τὸ βʹ καὶ δι’ αἰῶνος γυμνασίαρχος
καὶ τὰς λοιπὰς φιλοτειμίας πάσας
10 ἀποπληρώσας τόν τε ναὸν καὶ
τὸ ἐν αὐτῶ ἄγαλμα ἐκ τῶν ἰδίων
κατεσκεύασεν.
Search Help
Contact Us