[ ]
Cil., W. — Iotape (Aydap İskelesi)
| 1 | αὐτοκράτορι Νέρουα Τραιανῶ |
| Καίσαρι ἀρίστω Σεβαστῶ Γερμα- | |
| νικῶ Δακικῶ Παρθικῶ καὶ τῆ Ἰωτα- | |
| πειτῶν πόλει Τούης Ἰρδαουέξου | |
| 5 | φιλόπατρις ἀρχιερασάμενος τῶν |
| [Σ]εβαστῶν τὸ τρίτον καὶ δημιουρ- | |
| [γ]ήσος τὸ βʹ καὶ γυμνασιαρχήσας | |
| τὸ βʹ καὶ δι’ αἰῶνος γυμνασίαρχος | |
| καὶ τὰς λοιπὰς φιλοτειμίας πάσας | |
| 10 | ἀποπληρώσας τόν τε ναὸν καὶ |
| τὸ ἐν αὐτῶ ἄγαλμα ἐκ τῶν ἰδίων | |
| κατεσκεύασεν. |