[ ]
Cil. — Olba (Ura)
1 | Ἀθηνόδωρον (ὡ)ς δὲ καὶ ξυνάορον |
Ἄβαν θανόντας ξυνὸς ἀμφέχει τάφος, | |
ζώοντας ὥσπερ θάλαμος εἷς καὶ λέκτρον ἕν, | |
γλυπτοῖς γεγωνὼς γράμμασιν βουλὴν νεκρῶν | |
5 | τὸ μηδέν’ ἄλλον τοῖσδε νεοθανῆ νέκυν |
ἐπεισενενκεῖν ἢ τίνει ταύτην δίκην, | |
ἣν δυσμενεῖς πάσσχουσι καὶ λησταὶ νεκρῶν, | |
αὐτοῖς δὲ μίμνειν ὡς ἔχουσ’ εὐνῆς μόνοις. |