[ ]
Cil. — Olba (Ura)
| 1 | Ἀθηνόδωρον (ὡ)ς δὲ καὶ ξυνάορον |
| Ἄβαν θανόντας ξυνὸς ἀμφέχει τάφος, | |
| ζώοντας ὥσπερ θάλαμος εἷς καὶ λέκτρον ἕν, | |
| γλυπτοῖς γεγωνὼς γράμμασιν βουλὴν νεκρῶν | |
| 5 | τὸ μηδέν’ ἄλλον τοῖσδε νεοθανῆ νέκυν |
| ἐπεισενενκεῖν ἢ τίνει ταύτην δίκην, | |
| ἣν δυσμενεῖς πάσσχουσι καὶ λησταὶ νεκρῶν, | |
| αὐτοῖς δὲ μίμνειν ὡς ἔχουσ’ εὐνῆς μόνοις. |