[ ] Cil. — Olba (Ura)
1 Ἀθηνόδωρον (ὡ)ς δὲ καὶ ξυνάορον
Ἄβαν θανόντας ξυνὸς ἀμφέχει τάφος,
ζώοντας ὥσπερ θάλαμος εἷς καὶ λέκτρον ἕν,
γλυπτοῖς γεγωνὼς γράμμασιν βουλὴν νεκρῶν
5 τὸ μηδέν’ ἄλλον τοῖσδε νεοθανῆ νέκυν
ἐπεισενενκεῖν ἢ τίνει ταύτην δίκην,
ἣν δυσμενεῖς πάσσχουσι καὶ λησταὶ νεκρῶν,
αὐτοῖς δὲ μίμνειν ὡς ἔχουσ’ εὐνῆς μόνοις.
Search Help
Contact Us