[ ]
Epidauria — Epidauros — 3rd c. BC
| 1 | [ἐπ’ ἱαρ]εῦς Θιοκύδευς, μηνὸς Ἀπελλαίου |
| ὀφείλει τῶι θεῶι ὁ ἐργώνας τᾶς ὕσπλα- | |
| κος Φίλων Κορίνθιος τᾶς ζαμίας ἇς ἐ- | |
| ζαμίωσε αὐτὸν ὁ ἀγωνοθέτας τοῦ γυ- | |
| 5 | μνικοῦ Τρίτυλλος καὶ οἱ ἑλλανοδίκαι καὶ |
| ἐπέκρινε αὐτὸν παρεόντα ἁ βουλὰ δι- | |
| καίως ἐζαμιῶσθαι δραχμαῖς Ἀλεξαν- | |
| δρείαις πεντακοσίαις· τούτου ἀνθυφαι- | |
| ρεθέντος τοῦ μισθοῦ δραχμᾶν διακοσι- | |
| 10 | ᾶν τὸ λοιπὸν σὺν ἡμιολίωι ὀφείλει, ἐ- |
| πεὶ οὐκ ἀπελύσατο κατὰ τὸν νόμον, Ἀλε- | |
| ξανδρείας ΗΗΗΗ𐅄, καὶ ὁ ἔγγυος Νίκων | |
| τραπεζίτας Κορίνθιος. |