[ ]
Epidauria — Epidauros — 3rd c. BC
1 | [ἐπ’ ἱαρ]εῦς Θιοκύδευς, μηνὸς Ἀπελλαίου |
ὀφείλει τῶι θεῶι ὁ ἐργώνας τᾶς ὕσπλα- | |
κος Φίλων Κορίνθιος τᾶς ζαμίας ἇς ἐ- | |
ζαμίωσε αὐτὸν ὁ ἀγωνοθέτας τοῦ γυ- | |
5 | μνικοῦ Τρίτυλλος καὶ οἱ ἑλλανοδίκαι καὶ |
ἐπέκρινε αὐτὸν παρεόντα ἁ βουλὰ δι- | |
καίως ἐζαμιῶσθαι δραχμαῖς Ἀλεξαν- | |
δρείαις πεντακοσίαις· τούτου ἀνθυφαι- | |
ρεθέντος τοῦ μισθοῦ δραχμᾶν διακοσι- | |
10 | ᾶν τὸ λοιπὸν σὺν ἡμιολίωι ὀφείλει, ἐ- |
πεὶ οὐκ ἀπελύσατο κατὰ τὸν νόμον, Ἀλε- | |
ξανδρείας ΗΗΗΗ𐅄, καὶ ὁ ἔγγυος Νίκων | |
τραπεζίτας Κορίνθιος. |