[ ]
Cil., E. — Adana — end 4th c. AD — CIG 4440, LBW 1509 — Byzantion 4.1927.465,7 — IGR 3.887
1 | ὄντως σῆς ἀρετῆς, Αὐξέντιε, καὶ τόδε θαῦμα |
δείμασθαι ποταμοῦ χειμερίοισι δρόμοις | |
ἄρρηκτον κρηπῖδα σιδηροθέτοισι θεμείλοις | |
ὧν ὕπερ εὐρείην ἐξετάνυσσας ὁδόν, | |
5 | ἣν πολλοὶ καὶ πρόσθεν ἀπειρείησι νόοιο |
Κυδναίων ῥείθρων τεῦξαν ἀφαυροτέρην. | |
σοὶ δ’ ὑπὲρ ἀψίδων αἰώνιος ἐρρίζωται | |
καὶ ποταμὸς πλήθων πρηΰτερος τελέθει, | |
αὐτὸς τήνδε γέφυραν ἀνασχόμενος τελέσασθαι | |
10 | ἡγεμόνος πιθοῖ {²⁶πειθοῖ}²⁶ τοῦ διασημοτάτου, |
ὅφρα σε καὶ μετόπισθεν ἔχοι κλέος ἶσον ἐκείνοις | |
οἳ Νείλου προχοὰς ζεῦξαν ἀπειρεσίους. |