[ ]
Cil., E. — Adana — end 4th c. AD — CIG 4440, LBW 1509 — Byzantion 4.1927.465,7 — IGR 3.887
| 1 | ὄντως σῆς ἀρετῆς, Αὐξέντιε, καὶ τόδε θαῦμα |
| δείμασθαι ποταμοῦ χειμερίοισι δρόμοις | |
| ἄρρηκτον κρηπῖδα σιδηροθέτοισι θεμείλοις | |
| ὧν ὕπερ εὐρείην ἐξετάνυσσας ὁδόν, | |
| 5 | ἣν πολλοὶ καὶ πρόσθεν ἀπειρείησι νόοιο |
| Κυδναίων ῥείθρων τεῦξαν ἀφαυροτέρην. | |
| σοὶ δ’ ὑπὲρ ἀψίδων αἰώνιος ἐρρίζωται | |
| καὶ ποταμὸς πλήθων πρηΰτερος τελέθει, | |
| αὐτὸς τήνδε γέφυραν ἀνασχόμενος τελέσασθαι | |
| 10 | ἡγεμόνος πιθοῖ {²⁶πειθοῖ}²⁶ τοῦ διασημοτάτου, |
| ὅφρα σε καὶ μετόπισθεν ἔχοι κλέος ἶσον ἐκείνοις | |
| οἳ Νείλου προχοὰς ζεῦξαν ἀπειρεσίους. |