[ ]
Cil. — Antiocheia Krag. (Güney Köy)
1.Hd.1 | — — — — — — — — — — — — — — — Φοῖβε χρηστή[ριε], |
μαντείαν δὸς ἀψευδῆ περὶ ὧν ἐπιβάλλομαι, εἰ σύμφορον καὶ λῷον. | |
I.1 | {²§ 1}² ααααα Διὸς Λαμώτου. |
εʹ Ζεύς σοι καλὴν τὴν πρᾶξιν εἰσηγήσεται, | |
τὰ δ’ ἐξ ἀδήλων καὶ χρόνων πεφυρμένα{ι} | |
εἰσαῦθις ἔσται χαρμονῆς πεπλησμένα. | |
5 | {²§ 2}² ααααγ 〚Ἀπόλλωνος Πυθίου〛(?). |
ζʹ ἅπανθ’ ὁ Φοῖβός σοι σαφῆ προμηνύει· | |
Νείκην ἀρωγὸν σὺν θεοῖς ἕξεις ἅμα. | |
σπεῦδε, καταπράσσου, μηδὲ ἐπίσχεσιν ποιοῦ. | |
{²§ 3}² αααα̣δ Ἀνάγκης. | |
10 | ηʹ ταῦρος ἐν ἀργαλέοις δεσμοῖς κρατερῇ ὑπ’ ἀνάγκῃ |
ἔζευκται, μόχθος δὲ πολὺς τοῖς πράγμασίν ἐστιν· | |
ἀλλ’ ἀπέχου τούτου, μή σοι βλάβος ἀντιβολήσῃ. | |
{²§ 4}² αααγγ Ἀέρος. | |
θʹ ἐκ νεφέων ἀὴρ καθαρὸς καὶ εὔδιος ἔσται, | |
15 | καὶ ἐγ μεγάλης πνοιῆς πόντος πάλιν ἔσσετ’ ἀκύμων. |
ἔσσετε γὰρ πρᾶξις καταθύμιος, ἣν ἐπιβάλλῃ. | |
{²§ 5}² ααααϛ Ἐποχῆς. | |
ιʹ ἐπίσχεσιν τὸ πρᾶγμα καὶ οὐ σπουδὴν ἔχει· | |
σπεύδων δὲ ἀνοίᾳ φερόμενος διχοστάτῃ(?) | |
20 | γείνῃ προδήλως ἐπιδιδοὺς ἐχθροῖς χέρας. |
{²§ 6}² αααγδ Καιροῦ. | |
ιʹ μὴ προκενοσ̣π̣ούδει, καιρῷ γὰ<ρ> πάντα τελεῖται. | |
σὺμ μόχθῳ πᾶν ἔργον ἐν ἀνθρώποισιν ἀνητόν. | |
νῦν ἐπὶ τῶν αὐτῶν μείναντί σοι ἔσται ἄμεινον. | |
25 | {²§ 7}² αααδδ Πόνου. |
ιαʹ χαλειναγωγεῖν εἴπερ ἥλιον σθένεις | |
καὶ πνεύματα ἀνέμων χειρσὶν ἀφθίτοις κρατεῖν, | |
καὶ τοῦδε ἀγῶνος στερρὸ̣ν̣ αἱρήσῃ στέφος. | |
{²§ 8}² ααγγγ 〚Ἑ̣ρ̣μ̣ο̣ῦ̣〛 | |
30 | ιαʹ ἀλλ’ ὁδὸς ἥδ’ ἀγαθὴ καί σοι πύλαι εἰσὶν ἀνοικταί. |
II.1 | ἐνχείρει δ’ ὑπὲρ ὧν χρῄζεις, καὶ πάντα κρατήσεις, |
Ἑρμεῖ ἐπευχόμενος συλλήμπτορι τῶνδε γενέσθαι. | |
{²§ 9}² ααγγδ Ὑπερθέσεως. | |
ιβʹ ἤρεμα βαῖν’ ἐπὶ πρᾶξιν, ἵ’ ὡς <ἐ>θέλις κατατεύξῃ, | |
5 | μηδ’ ὥς τίς τε κύων σπεύδων τυφλὴν θέτο γένναν. |
ἥσυχα βουλεύου, καιρῷ γὰρ ἅπαντα τελεῖται. | |
{²§ 10}² αααγϛ 〚․․․ιου〛(?). | |
ιβʹ μὴ θέλε καρπὸν ἑτοῖμον ἀμοχθήτως ἀνελέσθαι· | |
ἔστι παρεδρεύσαντι καλοὺς καρποὺς κομίσασθαι. | |
10 | μοχθήσοντα γὰρ ἔστι τυχεῖν περ̣ὶ̣ ὧν ἐπερωτᾷς. |
{²§ 11}² αααδϛ 〚Χα̣ρ̣ᾶ̣ς̣〛. | |
ιγʹ τὸ πρᾶγμα μόχθους καὶ πόνους πολλοὺς ἔχει· | |
σὺ δὲ μὴ καμῇς μοχθῶν τι καὶ σαυτῷ πονῶν. | |
προσκαρτερήσας τῶν πόνων ἕξεις χαράν. | |
15 | {²§ 12}² αγγγγ Μαντοῦς. |
ιγʹ καρπὸν καλὸν τὸ πρᾶγμα καὶ κέρδος φέρει· | |
σὺ δ’ αὖ λόγοισι μαντικοῖς πεισθείς, ξένε, | |
θάρσησον. εὐθὺς εὐγενῶς ἔργου κράτει. | |
{²§ 13}² ααγδδ 〚Γλαυκώπιδος〛(?). | |
20 | ιγʹ εἴρεαι εἰ κακότητα φυγὼν ἥξεις ποτ’ ἐς ὄλβον. |
ἥξεις, καὶ σώσει σε θεὰ γλαυκῶπις Ἀθήνη | |
καὶ ἔσται σοι πρᾶξις καταθύμιος ἣν σὺ προαιρῇ. | |
{²§ 14}² ααδδδ Πότμου. | |
ιδʹ ἐλπίσιν ἀλλοτρίαις προσέχεις, μοχθεῖς τε ματαίως, | |
25 | καὶ σπεύδεις ἀνέμοισι χαρίζεσθαι κενέοισι. |
ἄλλο τι χρὴ ζητεῖν σε· τὸ νῦν δέ σοί ἐσ̣τιν ἄπρακτον. | |
{²§ 15}² αγγγδ 〚— — —〛. | |
ιδʹ ἀργαλέους δεσμοῖσιν ἀνηκέστοισι κρατε ιται | |
2.Hd.1 | — — — — — —ς καὶ ἔξοδος οὐδαμῇ ἐστιν |
[— — — — — — τ]ύχην σεαυτοῦ μέγα βλάψεις. | |
I.1 | {²§ 16}² ααγγ[ϛ] Δόλος. |
[ιδʹ ἔχ’ ἥ]συχος, μὴ σπεῦδε· καιρὸς γὰρ πάλιν ἥξει | |
[σὺ] δ’ ὡς χρὴ δαίμοσιν πεισθεὶς τανῦν | |
εὔκαιρον ἕξεις πραγμάτων διέξοδον. | |
5 | {²§ 17}² γγγγγ Διὸς καὶ Ἀθηνᾶς. |
[ιεʹ] νῦν ἐνχειρεῖν σοι καιρὸς περὶ ὧν ἥκεις ἐπερωτῶν. | |
πάντα κατὰ γνώμην τὴν σὴν θεοὶ ἐκτελέσο[υ]σιν. | |
Ζεὺς γάρ σοι νείκην πέμπει καὶ Παλλὰς Ἀθήνη. | |
{²§ 18}² αγγδδ Ὠκεανοῦ. | |
10 | [ιεʹ] ποταμοῦ παραρέοντος ἐγγύς, ὦ ξένε, |
διψῶν ὀκνεῖς πεῖν· πεῖνε, καὶ μηδὲν φοβοῦ· | |
τὸ πρᾶγμα γάρ σοι χαρμονὴν οἴσει καλήν. | |
{²§ 19}² ααγδϛ Δηοῦς. | |
ιεʹ εἰ καὶ πρὶν καιροὶ σκολιοί σε γεγύμνακαν αἰνῶς, | |
15 | καὶ δειλῇ ψυχῇ πελαγιζομένῃ πεφόρησαι. |
αλλ’ αὖθις πράξεις ὅσσα φρεσὶ σαῖσι μενοινᾷς. | |
{²§ 20}² αααϛϛ Τύχης. | |
ιεʹ μηδὲν ταράσσου μηδὲ λυπηθῇς ὅλως. | |
ἀγαθὴν ὁρῶ τὴν πρᾶξιν, εὔολβον τύχην. | |
20 | πρόσελθε θαρρῶν· πάντα σοι τελεσφορεῖ. |
{²§ 21}² ααδδϛ Δόλου. | |
ιϛʹ ἔπεχε τὸ πρᾶγμα καὶ ἀσφαλίζου πάντοθεν, | |
μεστὸν δόλου γάρ ἐστι· μὴ μάτην πόνει, | |
μή σοι γένηται λυπρὸν ἀντὶ χαρμονῆς τέλος. | |
25 | {²§ 22}² αγγγϛ Ἀπάτης. |
ιϛʹ μήπω ἐπ’ ἄγραν σπεῦδε βαλεῖν λίνον, ἀλλ’ ἀποχώρει· | |
μεῖνον ἕως ἔλθῃ καιρός, καὶ πάντα κρατήσεις· | |
ἐὰν δὲ κενοσπούδως χρήσῃ, σεαυτὸν μέγα βλάψεις. | |
{²§ 23}² γγγγδ Ἐρεινύων. | |
30 | ιϛʹ οὐ κίρκος τρήρωσιν ὁμόσπορον ἤρατο γένναν, |
οὐδὲ μὲν οὐδὲ λέω<ν> ποτὶ κεμμάδι σύνθε<τ>ο φορβήν. | |
οὐδὲ σὲ τοῦδε κρατεῖν τοῦ πράγματος, ἀλλ’ ἀποχωρεῖν. | |
II.1 | {²§ 24}² αγδδδ Εὐφροσύνης. |
[ιϛʹ] διστάζεις σὺ τὸ κέρδος ἔχων αὐτὸς παρὰ σαυτῷ. | |
τοῦτο κράτει, σώφρων <τε> γενοῦ, μὴ αὐτ’ ἀπαλείψεις, | |
μὴ σαυτοῦ τρύχειν ἄρχῃ φρένα καὶ μετὰ ταῦτα. | |
5 | {²§ 25}² ααγϛϛ Διοσκόρων. |
[ιζʹ] οὐκ ἔστιν ἐν σοὶ τοῦτο κείμενον μόνον, | |
κεφαλῇ δὲ ἐν ἄλλῃ, πίστιν ἥτις σοι φέρει. | |
ἔσται γὰρ ὃ ποθεῖς· καρπὸν ἡ τύχη δίδει. | |
{²§ 26}² αγγδϛ Καρπῶν. | |
10 | ιζʹ ἕστηκε δένδρον καρπίμους βλαστοὺς ἔχον· |
σὺ δ’ οὔτε μέλλις οὔτε πιστεύιν θέλις. | |
στήσας λογισμὸν σὺν θεοῖς πράξεις καλῶς. | |
{²§ 27}² αδδδδ Τελεσφόρου. | |
ιζʹ πίστιν βεβαίαν οὔτις ἀνθρώπων ἔχει. | |
15 | τάχυνε ἐπ’ ἔργοις, ἔστι γάρ σοι σύμφορον. |
ἄν θ’ ὑστερήσῃς, ἄλλος ἁρπάσει κλέος. | |
{²§ 28}² γγγδδ Νίκης. | |
ιζʹ ἐμ πολλῇ ταραχῇ τις ἐὼν ἐξήλατο μόχθων. | |
φροντίδα τὴν φοβερὰν φεύξῃ, πάντων δὲ κρατήσεις· | |
20 | ἔσται γὰρ νείκη καὶ τὸν φόβον ἐξυπαλύξεις. |
{²§ 29}² γγδδδ Ἄλγους. | |
ιηʹ ἀχάριστα μελετᾷς, καὶ εἰς ἄκαρπον γῆν σπόρον | |
βάλλεις· ἄπεργε σπέρμα, μὴ μάτην πόνει. | |
ἄλλῃ σεαυτοῦ καρδίαν μεθόρμισον. | |
25 | {²§ 30}² αγδδϛ Χρόνου. |
ιηʹ μὴ σύ γε χλωρὸν ἔχων στάχυ[ν — — —] | |
ἀλλ’ ἐπίμεινον βαιόν, ἵν’ αὐξη [— — — —] | |
καὶ τότε καιρὸς ἄνωγε· κρατήσεις ὅτ[τι μενοινᾷς]. | |
{²§ 31}² ααδϛϛ Τ̣α̣ρ̣τάρου. | |
30 | [ιηʹ] κρ[εῖσσ]ον πορείᾳ τοῦ σκότους ἧμαρ κυρεῖ |
․υ․․․τος τὸ κρεῖσσον εὔδιον φάος | |
․․․․․․ δὲ ἀκάρπως οὐ χρέον σε νῦν ξένον. | |
{²§ 32}² γγγγϛ Κατοχῆς. | |
ιηʹ ἤρεμα βαῖν’ ἐπὶ πρᾶξιν, ἵν’ ὡς ἐθέλις κατατεύξ[ῃ]· | |
III.1 | [μ]ὴ σπεύσῃς, οὐ γάρ σε καλεῖ θεός, ἀλλ’ ἐπ[ίμεινον]. |
[ἐ]ὰν δέ κενοσπούδως χρήσῃ, σεαυτὸν μέγ[α βλάψεις]. | |
{²§ 33}² αγγϛϛ Τύχης Ἀγα̣[θῆς]. | |
ιθʹ πάντων ἔνεργὴς ἐμ βίῳ τύχη ῥοπῇ, | |
5 | δίδουσά σοι νοῦν εὐσταθῆ καὶ σύμφορον. |
πρόσελθε θαρρῶν· πάντα σοι πλήρη κυρεῖ. | |
{²§ 34}² αδδδϛ Εἴσιδος. | |
ιθʹ εὔδρομον εἰσορόω πλησίστιον ὁλκάδα τήνδε, | |
ἀλλὰ φόβος ψυχῆς πολὺς ἔνδοθεν εἰσπεπέρηκεν· | |
10 | μηδ’ ὀλιγοψύχει· μόχθον τέλος ἐσθλὸν ἀποίσῃ. |
{²§ 35}² γδδδδ Καιροῦ Ἀγαθοῦ. | |
ιθʹ ὁ νῦν παρών σοι καιρὸς αἰσίως φέρει | |
ἀγαθὰ μέγιστα τῷ βίῳ· σὺ δὲ λάμβανε· | |
κτᾶται δὲ πάντα ὁ πόνος ἐκ τῆς ἐπιμονῆς. | |
15 | {²§ 36}² γγγδϛ Βίου. |
ιθʹ νόμος σε τάσσει καὶ βίου σεμνὴ κρίσις | |
πρὸς ἔργον ἰέναι. σὺ δὲ καραδοκεῖς ἔτι· | |
λαμπρὸν πέφυκέ σοι τὸ πρᾶγμα, καὶ ταχὺς πέρα. | |
{²§ 37}² α̣δδδδ̣ Οὐρανοῦ. | |
20 | κʹ καὶ πέλαγος βούλει σχίζειν μονόδοντι ἀρότρῳ |
καὶ χέρσον οἴαξι, καὶ ἰχθύας οὔρεσι ζητεῖς· | |
ταῦτα θεμιστὰ θεοῖς πέλεται, ἄνδρεσσιν ἀτερπῆ. | |
{²§ 38}² αγδϛϛ Δυνάμεως. | |
κʹ — — —δου ἐξόρμα· μένοντί σοί ἐστιν Ἀθήνη | |
25 | — — — —μαξαι τι μάτην— — — — — — — — — — — — |
λυπηρὰ γὰρ δόλος — — — — — — — — — — — — — | |
{²traces of six lines}² | |
IV.1 | {²traces}² |