[ ]
Cil. — Antiocheia Krag. (Güney Köy)
| 1.Hd.1 | — — — — — — — — — — — — — — — Φοῖβε χρηστή[ριε], |
| μαντείαν δὸς ἀψευδῆ περὶ ὧν ἐπιβάλλομαι, εἰ σύμφορον καὶ λῷον. | |
| I.1 | {²§ 1}² ααααα Διὸς Λαμώτου. |
| εʹ Ζεύς σοι καλὴν τὴν πρᾶξιν εἰσηγήσεται, | |
| τὰ δ’ ἐξ ἀδήλων καὶ χρόνων πεφυρμένα{ι} | |
| εἰσαῦθις ἔσται χαρμονῆς πεπλησμένα. | |
| 5 | {²§ 2}² ααααγ 〚Ἀπόλλωνος Πυθίου〛(?). |
| ζʹ ἅπανθ’ ὁ Φοῖβός σοι σαφῆ προμηνύει· | |
| Νείκην ἀρωγὸν σὺν θεοῖς ἕξεις ἅμα. | |
| σπεῦδε, καταπράσσου, μηδὲ ἐπίσχεσιν ποιοῦ. | |
| {²§ 3}² αααα̣δ Ἀνάγκης. | |
| 10 | ηʹ ταῦρος ἐν ἀργαλέοις δεσμοῖς κρατερῇ ὑπ’ ἀνάγκῃ |
| ἔζευκται, μόχθος δὲ πολὺς τοῖς πράγμασίν ἐστιν· | |
| ἀλλ’ ἀπέχου τούτου, μή σοι βλάβος ἀντιβολήσῃ. | |
| {²§ 4}² αααγγ Ἀέρος. | |
| θʹ ἐκ νεφέων ἀὴρ καθαρὸς καὶ εὔδιος ἔσται, | |
| 15 | καὶ ἐγ μεγάλης πνοιῆς πόντος πάλιν ἔσσετ’ ἀκύμων. |
| ἔσσετε γὰρ πρᾶξις καταθύμιος, ἣν ἐπιβάλλῃ. | |
| {²§ 5}² ααααϛ Ἐποχῆς. | |
| ιʹ ἐπίσχεσιν τὸ πρᾶγμα καὶ οὐ σπουδὴν ἔχει· | |
| σπεύδων δὲ ἀνοίᾳ φερόμενος διχοστάτῃ(?) | |
| 20 | γείνῃ προδήλως ἐπιδιδοὺς ἐχθροῖς χέρας. |
| {²§ 6}² αααγδ Καιροῦ. | |
| ιʹ μὴ προκενοσ̣π̣ούδει, καιρῷ γὰ<ρ> πάντα τελεῖται. | |
| σὺμ μόχθῳ πᾶν ἔργον ἐν ἀνθρώποισιν ἀνητόν. | |
| νῦν ἐπὶ τῶν αὐτῶν μείναντί σοι ἔσται ἄμεινον. | |
| 25 | {²§ 7}² αααδδ Πόνου. |
| ιαʹ χαλειναγωγεῖν εἴπερ ἥλιον σθένεις | |
| καὶ πνεύματα ἀνέμων χειρσὶν ἀφθίτοις κρατεῖν, | |
| καὶ τοῦδε ἀγῶνος στερρὸ̣ν̣ αἱρήσῃ στέφος. | |
| {²§ 8}² ααγγγ 〚Ἑ̣ρ̣μ̣ο̣ῦ̣〛 | |
| 30 | ιαʹ ἀλλ’ ὁδὸς ἥδ’ ἀγαθὴ καί σοι πύλαι εἰσὶν ἀνοικταί. |
| II.1 | ἐνχείρει δ’ ὑπὲρ ὧν χρῄζεις, καὶ πάντα κρατήσεις, |
| Ἑρμεῖ ἐπευχόμενος συλλήμπτορι τῶνδε γενέσθαι. | |
| {²§ 9}² ααγγδ Ὑπερθέσεως. | |
| ιβʹ ἤρεμα βαῖν’ ἐπὶ πρᾶξιν, ἵ’ ὡς <ἐ>θέλις κατατεύξῃ, | |
| 5 | μηδ’ ὥς τίς τε κύων σπεύδων τυφλὴν θέτο γένναν. |
| ἥσυχα βουλεύου, καιρῷ γὰρ ἅπαντα τελεῖται. | |
| {²§ 10}² αααγϛ 〚․․․ιου〛(?). | |
| ιβʹ μὴ θέλε καρπὸν ἑτοῖμον ἀμοχθήτως ἀνελέσθαι· | |
| ἔστι παρεδρεύσαντι καλοὺς καρποὺς κομίσασθαι. | |
| 10 | μοχθήσοντα γὰρ ἔστι τυχεῖν περ̣ὶ̣ ὧν ἐπερωτᾷς. |
| {²§ 11}² αααδϛ 〚Χα̣ρ̣ᾶ̣ς̣〛. | |
| ιγʹ τὸ πρᾶγμα μόχθους καὶ πόνους πολλοὺς ἔχει· | |
| σὺ δὲ μὴ καμῇς μοχθῶν τι καὶ σαυτῷ πονῶν. | |
| προσκαρτερήσας τῶν πόνων ἕξεις χαράν. | |
| 15 | {²§ 12}² αγγγγ Μαντοῦς. |
| ιγʹ καρπὸν καλὸν τὸ πρᾶγμα καὶ κέρδος φέρει· | |
| σὺ δ’ αὖ λόγοισι μαντικοῖς πεισθείς, ξένε, | |
| θάρσησον. εὐθὺς εὐγενῶς ἔργου κράτει. | |
| {²§ 13}² ααγδδ 〚Γλαυκώπιδος〛(?). | |
| 20 | ιγʹ εἴρεαι εἰ κακότητα φυγὼν ἥξεις ποτ’ ἐς ὄλβον. |
| ἥξεις, καὶ σώσει σε θεὰ γλαυκῶπις Ἀθήνη | |
| καὶ ἔσται σοι πρᾶξις καταθύμιος ἣν σὺ προαιρῇ. | |
| {²§ 14}² ααδδδ Πότμου. | |
| ιδʹ ἐλπίσιν ἀλλοτρίαις προσέχεις, μοχθεῖς τε ματαίως, | |
| 25 | καὶ σπεύδεις ἀνέμοισι χαρίζεσθαι κενέοισι. |
| ἄλλο τι χρὴ ζητεῖν σε· τὸ νῦν δέ σοί ἐσ̣τιν ἄπρακτον. | |
| {²§ 15}² αγγγδ 〚— — —〛. | |
| ιδʹ ἀργαλέους δεσμοῖσιν ἀνηκέστοισι κρατε ιται | |
| 2.Hd.1 | — — — — — —ς καὶ ἔξοδος οὐδαμῇ ἐστιν |
| [— — — — — — τ]ύχην σεαυτοῦ μέγα βλάψεις. | |
| I.1 | {²§ 16}² ααγγ[ϛ] Δόλος. |
| [ιδʹ ἔχ’ ἥ]συχος, μὴ σπεῦδε· καιρὸς γὰρ πάλιν ἥξει | |
| [σὺ] δ’ ὡς χρὴ δαίμοσιν πεισθεὶς τανῦν | |
| εὔκαιρον ἕξεις πραγμάτων διέξοδον. | |
| 5 | {²§ 17}² γγγγγ Διὸς καὶ Ἀθηνᾶς. |
| [ιεʹ] νῦν ἐνχειρεῖν σοι καιρὸς περὶ ὧν ἥκεις ἐπερωτῶν. | |
| πάντα κατὰ γνώμην τὴν σὴν θεοὶ ἐκτελέσο[υ]σιν. | |
| Ζεὺς γάρ σοι νείκην πέμπει καὶ Παλλὰς Ἀθήνη. | |
| {²§ 18}² αγγδδ Ὠκεανοῦ. | |
| 10 | [ιεʹ] ποταμοῦ παραρέοντος ἐγγύς, ὦ ξένε, |
| διψῶν ὀκνεῖς πεῖν· πεῖνε, καὶ μηδὲν φοβοῦ· | |
| τὸ πρᾶγμα γάρ σοι χαρμονὴν οἴσει καλήν. | |
| {²§ 19}² ααγδϛ Δηοῦς. | |
| ιεʹ εἰ καὶ πρὶν καιροὶ σκολιοί σε γεγύμνακαν αἰνῶς, | |
| 15 | καὶ δειλῇ ψυχῇ πελαγιζομένῃ πεφόρησαι. |
| αλλ’ αὖθις πράξεις ὅσσα φρεσὶ σαῖσι μενοινᾷς. | |
| {²§ 20}² αααϛϛ Τύχης. | |
| ιεʹ μηδὲν ταράσσου μηδὲ λυπηθῇς ὅλως. | |
| ἀγαθὴν ὁρῶ τὴν πρᾶξιν, εὔολβον τύχην. | |
| 20 | πρόσελθε θαρρῶν· πάντα σοι τελεσφορεῖ. |
| {²§ 21}² ααδδϛ Δόλου. | |
| ιϛʹ ἔπεχε τὸ πρᾶγμα καὶ ἀσφαλίζου πάντοθεν, | |
| μεστὸν δόλου γάρ ἐστι· μὴ μάτην πόνει, | |
| μή σοι γένηται λυπρὸν ἀντὶ χαρμονῆς τέλος. | |
| 25 | {²§ 22}² αγγγϛ Ἀπάτης. |
| ιϛʹ μήπω ἐπ’ ἄγραν σπεῦδε βαλεῖν λίνον, ἀλλ’ ἀποχώρει· | |
| μεῖνον ἕως ἔλθῃ καιρός, καὶ πάντα κρατήσεις· | |
| ἐὰν δὲ κενοσπούδως χρήσῃ, σεαυτὸν μέγα βλάψεις. | |
| {²§ 23}² γγγγδ Ἐρεινύων. | |
| 30 | ιϛʹ οὐ κίρκος τρήρωσιν ὁμόσπορον ἤρατο γένναν, |
| οὐδὲ μὲν οὐδὲ λέω<ν> ποτὶ κεμμάδι σύνθε<τ>ο φορβήν. | |
| οὐδὲ σὲ τοῦδε κρατεῖν τοῦ πράγματος, ἀλλ’ ἀποχωρεῖν. | |
| II.1 | {²§ 24}² αγδδδ Εὐφροσύνης. |
| [ιϛʹ] διστάζεις σὺ τὸ κέρδος ἔχων αὐτὸς παρὰ σαυτῷ. | |
| τοῦτο κράτει, σώφρων <τε> γενοῦ, μὴ αὐτ’ ἀπαλείψεις, | |
| μὴ σαυτοῦ τρύχειν ἄρχῃ φρένα καὶ μετὰ ταῦτα. | |
| 5 | {²§ 25}² ααγϛϛ Διοσκόρων. |
| [ιζʹ] οὐκ ἔστιν ἐν σοὶ τοῦτο κείμενον μόνον, | |
| κεφαλῇ δὲ ἐν ἄλλῃ, πίστιν ἥτις σοι φέρει. | |
| ἔσται γὰρ ὃ ποθεῖς· καρπὸν ἡ τύχη δίδει. | |
| {²§ 26}² αγγδϛ Καρπῶν. | |
| 10 | ιζʹ ἕστηκε δένδρον καρπίμους βλαστοὺς ἔχον· |
| σὺ δ’ οὔτε μέλλις οὔτε πιστεύιν θέλις. | |
| στήσας λογισμὸν σὺν θεοῖς πράξεις καλῶς. | |
| {²§ 27}² αδδδδ Τελεσφόρου. | |
| ιζʹ πίστιν βεβαίαν οὔτις ἀνθρώπων ἔχει. | |
| 15 | τάχυνε ἐπ’ ἔργοις, ἔστι γάρ σοι σύμφορον. |
| ἄν θ’ ὑστερήσῃς, ἄλλος ἁρπάσει κλέος. | |
| {²§ 28}² γγγδδ Νίκης. | |
| ιζʹ ἐμ πολλῇ ταραχῇ τις ἐὼν ἐξήλατο μόχθων. | |
| φροντίδα τὴν φοβερὰν φεύξῃ, πάντων δὲ κρατήσεις· | |
| 20 | ἔσται γὰρ νείκη καὶ τὸν φόβον ἐξυπαλύξεις. |
| {²§ 29}² γγδδδ Ἄλγους. | |
| ιηʹ ἀχάριστα μελετᾷς, καὶ εἰς ἄκαρπον γῆν σπόρον | |
| βάλλεις· ἄπεργε σπέρμα, μὴ μάτην πόνει. | |
| ἄλλῃ σεαυτοῦ καρδίαν μεθόρμισον. | |
| 25 | {²§ 30}² αγδδϛ Χρόνου. |
| ιηʹ μὴ σύ γε χλωρὸν ἔχων στάχυ[ν — — —] | |
| ἀλλ’ ἐπίμεινον βαιόν, ἵν’ αὐξη [— — — —] | |
| καὶ τότε καιρὸς ἄνωγε· κρατήσεις ὅτ[τι μενοινᾷς]. | |
| {²§ 31}² ααδϛϛ Τ̣α̣ρ̣τάρου. | |
| 30 | [ιηʹ] κρ[εῖσσ]ον πορείᾳ τοῦ σκότους ἧμαρ κυρεῖ |
| ․υ․․․τος τὸ κρεῖσσον εὔδιον φάος | |
| ․․․․․․ δὲ ἀκάρπως οὐ χρέον σε νῦν ξένον. | |
| {²§ 32}² γγγγϛ Κατοχῆς. | |
| ιηʹ ἤρεμα βαῖν’ ἐπὶ πρᾶξιν, ἵν’ ὡς ἐθέλις κατατεύξ[ῃ]· | |
| III.1 | [μ]ὴ σπεύσῃς, οὐ γάρ σε καλεῖ θεός, ἀλλ’ ἐπ[ίμεινον]. |
| [ἐ]ὰν δέ κενοσπούδως χρήσῃ, σεαυτὸν μέγ[α βλάψεις]. | |
| {²§ 33}² αγγϛϛ Τύχης Ἀγα̣[θῆς]. | |
| ιθʹ πάντων ἔνεργὴς ἐμ βίῳ τύχη ῥοπῇ, | |
| 5 | δίδουσά σοι νοῦν εὐσταθῆ καὶ σύμφορον. |
| πρόσελθε θαρρῶν· πάντα σοι πλήρη κυρεῖ. | |
| {²§ 34}² αδδδϛ Εἴσιδος. | |
| ιθʹ εὔδρομον εἰσορόω πλησίστιον ὁλκάδα τήνδε, | |
| ἀλλὰ φόβος ψυχῆς πολὺς ἔνδοθεν εἰσπεπέρηκεν· | |
| 10 | μηδ’ ὀλιγοψύχει· μόχθον τέλος ἐσθλὸν ἀποίσῃ. |
| {²§ 35}² γδδδδ Καιροῦ Ἀγαθοῦ. | |
| ιθʹ ὁ νῦν παρών σοι καιρὸς αἰσίως φέρει | |
| ἀγαθὰ μέγιστα τῷ βίῳ· σὺ δὲ λάμβανε· | |
| κτᾶται δὲ πάντα ὁ πόνος ἐκ τῆς ἐπιμονῆς. | |
| 15 | {²§ 36}² γγγδϛ Βίου. |
| ιθʹ νόμος σε τάσσει καὶ βίου σεμνὴ κρίσις | |
| πρὸς ἔργον ἰέναι. σὺ δὲ καραδοκεῖς ἔτι· | |
| λαμπρὸν πέφυκέ σοι τὸ πρᾶγμα, καὶ ταχὺς πέρα. | |
| {²§ 37}² α̣δδδδ̣ Οὐρανοῦ. | |
| 20 | κʹ καὶ πέλαγος βούλει σχίζειν μονόδοντι ἀρότρῳ |
| καὶ χέρσον οἴαξι, καὶ ἰχθύας οὔρεσι ζητεῖς· | |
| ταῦτα θεμιστὰ θεοῖς πέλεται, ἄνδρεσσιν ἀτερπῆ. | |
| {²§ 38}² αγδϛϛ Δυνάμεως. | |
| κʹ — — —δου ἐξόρμα· μένοντί σοί ἐστιν Ἀθήνη | |
| 25 | — — — —μαξαι τι μάτην— — — — — — — — — — — — |
| λυπηρὰ γὰρ δόλος — — — — — — — — — — — — — | |
| {²traces of six lines}² | |
| IV.1 | {²traces}² |