7 | ἐπειδὴ Τίτος Στατείλιος Τιμοκράτης ἀνὴρ ἀξιόλογος |
καὶ τοῦ πρώτου τάγματος ἅπαντι τῶι προβεβιωμένῳ σεμνῶς | |
καὶ θαυμαστῶς βίωι κάλλιστον πολείτευμα ἐ̣[ποιήσατο καὶ αἱρε]θεὶς | |
10 | γραμματεὺς μετὰ τὸ τὴν ἐλευθερίαν ἡμεῖν ἀποδοθῆναι μ[ε]γ[αλοψύχως ἐν] |
χρόνοις ἐπιπονωτάτων ἅμα καὶ σφαλερωτάτων καιρῶν πόνο[υς τε κ]αὶ θερα[πείας ὑπέσ]- | |
τη ἑνὸς μὲν ἀνδρὸς μείζονας, ἑνὸς δ’ ἐνιαυτ[ο]ῦ πλ[είο]νας, δι’ ὧν πολλά[κις καὶ] κα- | |
λῶς διέθηκεν ἡμᾶς καὶ τὰ τῆς ἐλευθερίας ἔτι πλανώμενα καταστή[μ]α[τα]· δ[ι]ὰ | |
πάντα ταῦτα ἔδοξε τῶι Παναχαϊκῶι συνεδρίωι ἐπαινέσαι τὸν ἄνδρα καὶ ἀναστῆσαι | |
15 | αὐτοῦ χαλκᾶς εἰκόνας ἔν τε τοῖς πανηγυρισ̣τηρίοις τῶν Πα[ναχαιῶν ἔν τε τῶι — —] |
[τεμ]ένει καὶ ἐν Ἐπιδαύρωι ἐν τῶι τοῦ Ἀσκληπιοῦ ἱερῶι, ἐπιγρα[φὴν ἐχούσας· "Ἀχαιοὶ καὶ Βοιωτοὶ] | |
[καὶ Φω]κεῖς καὶ Εὐβοεῖς καὶ Λοκροὶ καὶ Δωριεῖς Τίτον Στατείλιον Τειμοκράτη [γραμματέα] | |
[αὐτῶν γεν]όμενον ἀρετῆς ἕνεκα". |
IG IV²,1
81