| 7 | ἐπειδὴ Τίτος Στατείλιος Τιμοκράτης ἀνὴρ ἀξιόλογος |
| καὶ τοῦ πρώτου τάγματος ἅπαντι τῶι προβεβιωμένῳ σεμνῶς | |
| καὶ θαυμαστῶς βίωι κάλλιστον πολείτευμα ἐ̣[ποιήσατο καὶ αἱρε]θεὶς | |
| 10 | γραμματεὺς μετὰ τὸ τὴν ἐλευθερίαν ἡμεῖν ἀποδοθῆναι μ[ε]γ[αλοψύχως ἐν] |
| χρόνοις ἐπιπονωτάτων ἅμα καὶ σφαλερωτάτων καιρῶν πόνο[υς τε κ]αὶ θερα[πείας ὑπέσ]- | |
| τη ἑνὸς μὲν ἀνδρὸς μείζονας, ἑνὸς δ’ ἐνιαυτ[ο]ῦ πλ[είο]νας, δι’ ὧν πολλά[κις καὶ] κα- | |
| λῶς διέθηκεν ἡμᾶς καὶ τὰ τῆς ἐλευθερίας ἔτι πλανώμενα καταστή[μ]α[τα]· δ[ι]ὰ | |
| πάντα ταῦτα ἔδοξε τῶι Παναχαϊκῶι συνεδρίωι ἐπαινέσαι τὸν ἄνδρα καὶ ἀναστῆσαι | |
| 15 | αὐτοῦ χαλκᾶς εἰκόνας ἔν τε τοῖς πανηγυρισ̣τηρίοις τῶν Πα[ναχαιῶν ἔν τε τῶι — —] |
| [τεμ]ένει καὶ ἐν Ἐπιδαύρωι ἐν τῶι τοῦ Ἀσκληπιοῦ ἱερῶι, ἐπιγρα[φὴν ἐχούσας· "Ἀχαιοὶ καὶ Βοιωτοὶ] | |
| [καὶ Φω]κεῖς καὶ Εὐβοεῖς καὶ Λοκροὶ καὶ Δωριεῖς Τίτον Στατείλιον Τειμοκράτη [γραμματέα] | |
| [αὐτῶν γεν]όμενον ἀρετῆς ἕνεκα". |
IG IV²,1
81