[ ] Lycia, E. — Phaselis — Rom. Imp. period
1 Φ̣α̣σηλ̣ειτ̣ῶ̣ν̣ ἡ βουλὴ καὶ ὁ δῆμος
[Π]τολεμαῖον δὶς τοῦ Κολα̣λή̣[μιος]
[Φ]α̣ση<λε>ίτην, ἄνδ̣ρα καλ̣ὸ[ν]
[καὶ] ἀγ̣αθ[ὸ]ν̣ γενόμενον καὶ [τοῦ]
5 [πρ]ώτου τάγματ̣ος τ̣ῆ̣ς̣ πό̣[λ]εο[ς],
ε̣ἰκοσαπρωτεύσαντ̣α κ̣[— — — — — —]
μέχρι τοῦ τῆ̣ς ζωῆς χρόνο̣[υ, ἱερα]-
τεύσαντα τῆς προκαθηγέτ̣]-
δος τῆς πόλεος θεᾶς Ἀ̣θηνᾶς
10 Πολιάδος καὶ τῶν θεῶν Σεβασ-
τῶν, πρυτανεύσαντα φιλοτεί-
μως, ὑποφυλάξαντα τοῦ Λ̣υκίων
ἔθνους, ὡς καθ’ ἑκάστην ἀρχὴν
τετειμῆσθαι αὐτὸν ὑπὸ τῆς
15 πόλεος ∙ πολλὰ καὶ μεγά̣-
λα παρεσχημένον τῇ πατρίδι̣
ἐν τῷ τῆς ζωῆς αὐτοῦ χρόνῳ,
καὶ μετὰ τὴν τελευτὴν δὲ
αἰωνίους δωρεὰς καταλελοι-
20 πότα τῇ πατρίδι εἴς τε ἀναθήματ[α]
καὶ θεωρίας καὶ διανομὰς ἀρετῆς
ἕν̣εκεν τῆς εἰς αὐτόν̣ —— τὴν δὲ τοῦ
ἀνδριάντος ἀνάστασιν ἐποιήσατο
Μέννησσα̣ ἡ καὶ Τερτία Ἐνβρόμου δὶς
25 Φασηλεῖτις, ἡ θεία καὶ κληρονόμος αὐτοῦ, καθ[ὼ]ς
[ὁ] Πτολεμαῖος διετάξατο. ❦
Search Help
Contact Us