[ ]
Lycia, E. — Phaselis — Rom. Imp. period
1 | Φ̣α̣σηλ̣ειτ̣ῶ̣ν̣ ἡ βουλὴ καὶ ὁ δῆμος |
[Π]τολεμαῖον δὶς τοῦ Κολα̣λή̣[μιος] | |
[Φ]α̣ση<λε>ίτην, ἄνδ̣ρα καλ̣ὸ[ν] | |
[καὶ] ἀγ̣αθ[ὸ]ν̣ γενόμενον καὶ [τοῦ] | |
5 | [πρ]ώτου τάγματ̣ος τ̣ῆ̣ς̣ πό̣[λ]εο[ς], |
ε̣ἰκοσαπρωτεύσαντ̣α κ̣[— — — — — —] | |
μέχρι τοῦ τῆ̣ς ζωῆς χρόνο̣[υ, ἱερα]- | |
τεύσαντα τῆς προκαθηγέτ̣[ι]- | |
δος τῆς πόλεος θεᾶς Ἀ̣θηνᾶς | |
10 | Πολιάδος καὶ τῶν θεῶν Σεβασ- |
τῶν, πρυτανεύσαντα φιλοτεί- | |
μως, ὑποφυλάξαντα τοῦ Λ̣υκίων | |
ἔθνους, ὡς καθ’ ἑκάστην ἀρχὴν | |
τετειμῆσθαι αὐτὸν ὑπὸ τῆς | |
15 | πόλεος ∙ πολλὰ καὶ μεγά̣- |
λα παρεσχημένον τῇ πατρίδι̣ | |
ἐν τῷ τῆς ζωῆς αὐτοῦ χρόνῳ, | |
καὶ μετὰ τὴν τελευτὴν δὲ | |
αἰωνίους δωρεὰς καταλελοι- | |
20 | πότα τῇ πατρίδι εἴς τε ἀναθήματ[α] |
καὶ θεωρίας καὶ διανομὰς ἀρετῆς | |
ἕν̣εκεν τῆς εἰς αὐτόν̣ —— τὴν δὲ τοῦ | |
ἀνδριάντος ἀνάστασιν ἐποιήσατο | |
Μέννησσα̣ ἡ καὶ Τερτία Ἐνβρόμου δὶς | |
25 | Φασηλεῖτις, ἡ θεία καὶ κληρονόμος αὐτοῦ, καθ[ὼ]ς |
[ὁ] Πτολεμαῖος διετάξατο. ❦ |