[ ]
Lycia, E. — Olympos — Rom. Imp. period
1 | κατεσκεύασε τὸν τύμβον Ἀπολλωνί- |
δης ὁ καὶ Διαγόρας Δημητρίου Ὀλυμπηνὸς ἑαυτῷ | |
καὶ μητρὶ Ἀφφίᾳ Ἀρτείμου τοῦ καὶ Ἀπολλωνείδου | |
καὶ συντρόφῳ μου Καταφρονίῳ Ὀλυμπηνῷ· ἑτέρῳ δὲ | |
5 | οὐδενὶ ἐξέσται κηδευθῆναι, ἢ ὁ κηδεύσας |
τινὰ ἐκτίσι τῷ φίσκῳ 𐆖 ͵α, ὧν ὁ ἐλέγξας | |
λήμψεται τὸ τρίτον, ἐκτὸς εἰ μὴ ἐγγράφως | |
ἐπιτρέψω. |