[ ] Lycia, E. — Olympos — Roman period
1 Διονύσιος Φιλοκράτους Ὀλυμπηνὸς κα-
τεσκεύασα τὸν τύμβον ἑαυτῷ καὶ τέκνοις μου
Ἑρμεῖ καὶ Ζωσιμᾷ καὶ γυναικί μου Ζωσίμῃ Μεγίστου
καὶ υἱῷ αὐτῆς Εὐπόρῳ καὶ θρεπτῷ μου Λέοντι· ἑτέ-
5 ρῳ δὲ οὐδενὶ ἐξὸν ἐνκηδεῦσαί τινα, εἰ μή τινι ἐγὼ
ἐνγράφως ἐπιτρέψω, ἢ ὁ βιασάμενος κηδεῦσαί τι-
να ἐκτείσει Ὀλυμπηνῶν τῷ δήμῳ 𐆖 φʹ, ὧν ὁ ἐλένξας
              λήμψε<τε> τὸ τρίτον.
                                 συνχωρῶ δὲ κ̣ηδευ-
10                                      θῆναι
                                     καὶ θυ-
                                     γατέρ̣α̣
                                     μου
                                     Σωτη-
                                     ρίαν.
Search Help
Contact Us