[ ]
Lycia, E. — Olympos — Roman period
| 1 | Διονύσιος Φιλοκράτους Ὀλυμπηνὸς κα- |
| τεσκεύασα τὸν τύμβον ἑαυτῷ καὶ τέκνοις μου | |
| Ἑρμεῖ καὶ Ζωσιμᾷ καὶ γυναικί μου Ζωσίμῃ Μεγίστου | |
| καὶ υἱῷ αὐτῆς Εὐπόρῳ καὶ θρεπτῷ μου Λέοντι· ἑτέ- | |
| 5 | ρῳ δὲ οὐδενὶ ἐξὸν ἐνκηδεῦσαί τινα, εἰ μή τινι ἐγὼ |
| ἐνγράφως ἐπιτρέψω, ἢ ὁ βιασάμενος κηδεῦσαί τι- | |
| να ἐκτείσει Ὀλυμπηνῶν τῷ δήμῳ 𐆖 φʹ, ὧν ὁ ἐλένξας | |
| λήμψε<τε> τὸ τρίτον. | |
| συνχωρῶ δὲ κ̣ηδευ- | |
| 10 | θῆναι |
| καὶ θυ- | |
| γατέρ̣α̣ | |
| μου | |
| Σωτη- | |
| ρίαν. |