[ ]
Lycia, E. — Olympos — Rom. Imp. period
1 | Ἐπίκτητος κατεσκεύασα τὸ μνημεῖον |
ἑαυτῷ καὶ τῇ συνοικούσῃ μοι γυναικί | |
μου Ζωσιμοῦτι καὶ τέκνοις μου Εὐπό- | |
ρῳ καὶ Εὐτυχίᾳ· ἑτέρῳ δὲ οὐδενὶ | |
5 | ἐξέσται ἐνκηδεῦσαί τινα, ἢ ὁ β[ια]σά- |
μενος δώσει τῷ ταμείῳ 𐆖 ͵αφʹ, | |
ὧν ὁ ἐλέγξας λήμψεται τὸ | |
τρίτον. |