[ ]
Lycia, E. — Olympos — Rom. Imp. period
| 1 | Ἐπίκτητος κατεσκεύασα τὸ μνημεῖον |
| ἑαυτῷ καὶ τῇ συνοικούσῃ μοι γυναικί | |
| μου Ζωσιμοῦτι καὶ τέκνοις μου Εὐπό- | |
| ρῳ καὶ Εὐτυχίᾳ· ἑτέρῳ δὲ οὐδενὶ | |
| 5 | ἐξέσται ἐνκηδεῦσαί τινα, ἢ ὁ β[ια]σά- |
| μενος δώσει τῷ ταμείῳ 𐆖 ͵αφʹ, | |
| ὧν ὁ ἐλέγξας λήμψεται τὸ | |
| τρίτον. |