[ ] Lycia, E. — Olympos — Roman period
1   τὸν τάφον κατεσκεύασεν Κάρπος,
  ἱερόδουλος τοῦ θεοῦ Ἡφαίστου,
  ἑαυτῷ καὶ γυναικὶ Ζωσιμοῦτι καὶ υἱῷ
  Ἀπελλίωνι καὶ γυναικὶ καὶ τέκνοις αὐτοῦ·
5   ἐὰν δέ τις ἕτερος κηδεύσῃ τινά, ἐκτίσι τῷ
Ἡφαίστῳ 𐆖 φʹ, ὧν ὁ ἐλένξας λήνψεται τὸ τρίτον.
Search Help
Contact Us