[ ]
Lycia, E. — Olympos — Roman period
| 1 | τὸν τάφον κατεσκεύασεν Κάρπος, |
| ἱερόδουλος τοῦ θεοῦ Ἡφαίστου, | |
| ἑαυτῷ καὶ γυναικὶ Ζωσιμοῦτι καὶ υἱῷ | |
| Ἀπελλίωνι καὶ γυναικὶ καὶ τέκνοις αὐτοῦ· | |
| 5 | ἐὰν δέ τις ἕτερος κηδεύσῃ τινά, ἐκτίσι τῷ |
| Ἡφαίστῳ 𐆖 φʹ, ὧν ὁ ἐλένξας λήνψεται τὸ τρίτον. |