[ ]
Lycia, E. — Olympos — Roman period
1 | Εὐτύχης Πυθιάδος Ὀλυμπηνὸς ἠγόρασα τὸν |
τύμβον παρὰ Μολέσιος Ἰαμάρου Ὀλυμπηνοῦ ἑαυ- | |
τῷ ἐκ τῶν ἰδίων καὶ γυναικὶ Γνησίᾳ καὶ τέκνοις, εἰ φέ- | |
ροι τυχεῖν, καὶ μητρί μου Παννυχίδι Ἀρχεπόλεως· ἑτέρῳ δὲ | |
5 | οὐδενὶ ἐξέσται κηδεῦσαί τινα, ἐκτὸς εἰ μή τινι ἐνγρά- |
φως ἐπιτρέψω, ἢ ὁ βιασάμενος ἀποτείσει ἱερὰ θεῷ Ἡφαίστῳ | |
𐆖 ͵α ἐξουσίας οὔσης παντὶ τῷ βουλομένῳ | |
ἐλένχειν ἐπὶ | |
τῷ τρίτῳ μέρει. | |
10 | ❦ ❦ |