[ ] Lycia, E. — Olympos — Roman period
1 Α%⁸⁰?ὐρ(ήλιος)  Αὐξητικὸς Βασιλείδου Ὀλυμπηνὸς
κατεσκεύασα τὸν τύμβον ἑαυτῷ καὶ τῇ̣ προκα-
τοιχομένῃ ἀδελφῇ μου Προκόπῃ καὶ πατρί μου
καὶ μητρὶ καὶ γυναικὶ καὶ τέκνοις καὶ συντρό-
5 φῳ μου Λέοντι, ἑτέρῳ δὲ οὐδενί, ἐκτὸς εἰ μὴ ἐνγρά-
φως τινὶ ἐπιτρέψω, ἢ ὁ βιασάμενος κηδεῦσέ τινα
εἰσοίσει Ὀλυμπηνῶν τῇ πόλι 𐆖 φʹ, ὧν ὁ ἐλένξας
          λήμψεται τὸ τρίτον.
Search Help
Contact Us