[ ] Lycia, E. — Olympos — Roman period
1 Συνέγδημος Εὐτυχέους τὸν τύμβον
κατεσκεύασα ἑαυτῷ καὶ γυναικὶ Νεικαι-
νέτῃ καὶ τέκνοις καὶ ἐνγόνοις καὶ ᾗ ἀ-
νεθρεψάμην Νεικαινέτῃ· ἑτέρῳ δὲ
5 οὐδενὶ ἐξέσται κηδεῦσαί τινα,
ἢ ὁ βιασάμενος ἐκτείσει ἱερὰ
θεῷ Ἡφαίστῳ 𐆖 ͵αφʹ, ὧν ὁ ἐλέν-
ξας λήψεται τὸ τρίτον.
Search Help
Contact Us