[ ]
Lycia, E. — Olympos — Roman period
1 | Αὐρ(ήλιος) Μενεσθεὺς Κιλήνδου δὶς τοῦ Μενε- |
σθέος Ὀλυμπηνὸς ἠγόρασα τὸν τύμβον, | |
ἰς ὃν ἐνεκηδεύθη ἡ μήτηρ μου Τατία Ὀ- | |
βρίμου· καὶ βούλομαι ἐνκηδευθῆναι | |
5 | αὐτὸν ἐμὲ καὶ γυναῖκά μου καὶ τέκνα |
καὶ ἔνγονα καὶ οἷς ἂν συνχωρήσω ἐν- | |
γράφως· ἐὰν δέ τις βιάσηται, ἐκτείσει | |
τῇ πόλι 𐆖 φʹ, ὧν ὁ ἐλένξας λήμψεται τὸ | |
τρίτον. |