[ ]
Lycia, E. — Olympos — Roman period
| 1 | Αὐρ(ήλιος) Μενεσθεὺς Κιλήνδου δὶς τοῦ Μενε- |
| σθέος Ὀλυμπηνὸς ἠγόρασα τὸν τύμβον, | |
| ἰς ὃν ἐνεκηδεύθη ἡ μήτηρ μου Τατία Ὀ- | |
| βρίμου· καὶ βούλομαι ἐνκηδευθῆναι | |
| 5 | αὐτὸν ἐμὲ καὶ γυναῖκά μου καὶ τέκνα |
| καὶ ἔνγονα καὶ οἷς ἂν συνχωρήσω ἐν- | |
| γράφως· ἐὰν δέ τις βιάσηται, ἐκτείσει | |
| τῇ πόλι 𐆖 φʹ, ὧν ὁ ἐλένξας λήμψεται τὸ | |
| τρίτον. |