[ ]
Lycia, E. — Olympos — Roman period
| 1 | Αὐρ(ήλιος) Εὐτύχης vacat |
| ὁ ἀνατραφεὶς ὑπὸ Ζωσί%⁸¹?μου Ὅ- | |
| πλωνος Ὀλυμπηνοῦ καὶ Φιλουμενὴ Νάν- | |
| νης τῆς Ἑρμαίου τοῦ Διαγόρου τὸν τύμ- | |
| 5 | βον κατεσκευάσαμεν ἑαυτοῖς καὶ τέκνοις ἡμῶν |
| συνχωροῦντος (sic) ἡμῶν ἀπὸ νῦν κηδευθῆναι | |
| Σέλγην <Ν>άννης {²⁷Ἄννης?}²⁷ τῆς Ἑρμαίου τοῦ Διαγόρου· ἑτέρῳ δὲ οὐ- | |
| δενὶ ἐξέσται κηδευθῆναι, εἰ μή τινι ἐνγράφως | |
| ἐπιτρέψωμεν, ἢ ὁ κηδεύσας ἐκτείσει προστείμου | |
| 10 | τῷ θεῷ Ἡφαίστῳ |
| 𐆖 ͵α, ὧν ὁ ἐλέ̣νξας | |
| λήνψεται τὸ τρίτον. |