[ ]
Lycia, E. — Olympos — Rom. Imp. period
1 | Δημήτριος ἐπίκλησιν Φρὺξ |
κατεσκεύασεν τὸν τύμβον | |
ἑαυτῷ καὶ γυναικὶ Σωτηρίδι καὶ | |
τέκνοις· ἑτέρῳ δὲ οὐδενὶ ἐξέσται | |
5 | κηδεῦσαί τινα, ἐκτὸς εἰ μὴ ἐγὼ ἐν- |
γράφως συνχωρήσω· ἐὰν δέ τις ἐν- | |
κηδεύσῃ ἕτερον, ἐκτείσει τῷ φίσκῳ | |
𐆖 φʹ, ὧν ὁ ἐλένξας λήμψεται τὸ τρίτον. |