[ ] Lycia, E. — Olympos — Roman period
1 Ταμίας Μαρκιανῆς Ὀλυμπηνὸς κατε̣-
σκεύ̣α̣σα τὸν τύμβον ἑαυτῷ καὶ γυναικί
μου Κυδίππῃ κα̣ὶ̣ τέκνοις αὐτῆς καὶ ἀδελφῇ
μου Ἑλένῃ· ἑτέρῳ δὲ [ο]ὐδενὶ ἐξ[ὸν] ἐνκηδεῦσαί
5 τινα, εἰ μή τιν̣ι ἐγὼ ἐ[νγ]ράφω<ς> ἐ[π]ι̣τρέψω, ἢ ὁ βιασά[με]-
νος ἐνκηδεῦσαι ἐκτείσι Ὀλυμπηνῶν τῷ δήμῳ 𐆖 φʹ,
       ὧν ὁ ἐλένξας λήμψεται τὸ τρίτον.
Search Help
Contact Us