[ ] Lycia, E. — Olympos — Rom. Imp. period
1 Δημήτριος ἐπίκλησιν Φρὺξ
κατεσκεύασεν τὸν τύμβον
ἑαυτῷ καὶ γυναικὶ Σωτηρίδι καὶ
τέκνοις· ἑτέρῳ δὲ οὐδενὶ ἐξέσται
5 κηδεῦσαί τινα, ἐκτὸς εἰ μὴ ἐγὼ ἐν-
γράφως συνχωρήσω· ἐὰν δέ τις ἐν-
κηδεύσῃ ἕτερον, ἐκτείσει τῷ φίσκῳ
𐆖 φʹ, ὧν ὁ ἐλένξας λήμψεται τὸ τρίτον.
Search Help
Contact Us