[ ] Epidauria — Epidauros — 4th/early 3rd c. BC
[— — — — — —]#⁷#⁷[— — — — —]
1 καὶ αὐτὸν καὶ ἐκγόνους̣, κ̣α̣ὶ̣ ε̣ἶ̣μ̣ε̣ν̣
αὐτοῖς ἀτέλειαν καὶ ἀσυλίαν καὶ ἐμ
πολέμωι καὶ ἐν εἰράναι καὶ κατὰ γᾶν
καὶ κατὰ θάλασσαν. κατάλογος βουλᾶ[ς]
5 Τιμοκράτης Παγασίνα.
             vacat
             vacat
             vacat
6 ἔδοξε βουλᾶι καὶ δάμωι Ἐπιδαυρίων·
Ἀλκαῖον Ἡραίου Αἴνιον πρόξενον
εἶμεν καὶ εὐεργέταν τᾶς πόλιος τᾶς
Ἐπιδαυρίων καὶ αὐτὸν καὶ ἐκγόνους
10 καὶ εἶμεν αὐτοῖς ἀτέλειαν καὶ ἀσυ-
λίαν καὶ ἐμ πολέμωι καὶ ἐν εἰράναι
καὶ κατὰ γᾶν καὶ κατὰ θάλασσαν. κα[τά]-
[λογος] βουλᾶς Τιμοκράτης Παγα-
[σίνα].
Search Help
Contact Us