[ ] Lycia, E. — Olympos — Roman period
1    Ἑρμᾶς βʹ τοῦ Ἀ̣πολλωνίδου
Ὀλυνπηνὸς τὸ μνημεῖον κατεσκεύασεν
ἑαυτῷ καὶ τέκνοις αὐτοῦ Διονυσίῳ τῷ καὶ
Φιλοκλεῖ καὶ Ἑρμᾷ γ̣ʹ τῷ καὶ Μόλῃ τοῖς Ἑρμᾶ-
5 τος βʹ καὶ γυναιξὶν καὶ τέκνοις αὐτῶν· ἑτέρῳ δὲ
οὐδενὶ ἐξέσται κηδευθῆναι, ἐὰν μὴ ἐνγράφως
                               τινὶ ἐπιτρέψω,
                               ἢ ἐκτείσει ἱερὰ τῷ
                               θεῷ Ἡφαίστῳ 𐆖 φʹ,
10                                ὧν ὁ ἐλένξας τὸ
                               τρίτον λήνψεται.
Search Help
Contact Us