[ ]
Lycia, E. — Olympos — Roman period
| 1 | Ἑρμᾶς βʹ τοῦ Ἀ̣πολλωνίδου |
| Ὀλυνπηνὸς τὸ μνημεῖον κατεσκεύασεν | |
| ἑαυτῷ καὶ τέκνοις αὐτοῦ Διονυσίῳ τῷ καὶ | |
| Φιλοκλεῖ καὶ Ἑρμᾷ γ̣ʹ τῷ καὶ Μόλῃ τοῖς Ἑρμᾶ- | |
| 5 | τος βʹ καὶ γυναιξὶν καὶ τέκνοις αὐτῶν· ἑτέρῳ δὲ |
| οὐδενὶ ἐξέσται κηδευθῆναι, ἐὰν μὴ ἐνγράφως | |
| τινὶ ἐπιτρέψω, | |
| ἢ ἐκτείσει ἱερὰ τῷ | |
| θεῷ Ἡφαίστῳ 𐆖 φʹ, | |
| 10 | ὧν ὁ ἐλένξας τὸ |
| τρίτον λήνψεται. |