[ ]
Lycia, E. — Olympos — Roman period
1 | Ἑρμᾶς βʹ τοῦ Ἀ̣πολλωνίδου |
Ὀλυνπηνὸς τὸ μνημεῖον κατεσκεύασεν | |
ἑαυτῷ καὶ τέκνοις αὐτοῦ Διονυσίῳ τῷ καὶ | |
Φιλοκλεῖ καὶ Ἑρμᾷ γ̣ʹ τῷ καὶ Μόλῃ τοῖς Ἑρμᾶ- | |
5 | τος βʹ καὶ γυναιξὶν καὶ τέκνοις αὐτῶν· ἑτέρῳ δὲ |
οὐδενὶ ἐξέσται κηδευθῆναι, ἐὰν μὴ ἐνγράφως | |
τινὶ ἐπιτρέψω, | |
ἢ ἐκτείσει ἱερὰ τῷ | |
θεῷ Ἡφαίστῳ 𐆖 φʹ, | |
10 | ὧν ὁ ἐλένξας τὸ |
τρίτον λήνψεται. |