[ ] Lycia, E. — Olympos — Roman period
1   Ἑλενούς, δούλη Αὐρ(ηλίας) Ἀρτεμεισίας,
  κατεσκεύασα τὸν τύνβον ἑαυτῇ καὶ
 ἀνδρὶ καὶ τέκνοις καὶ ἐνγόνοις καὶ
γανβρῷ Φιλοσεράπι καὶ δούλῃ μου Μελίννῃ
5 καὶ ἀνδρὶ αὐτῆς Ἁρποκρᾷ καὶ τέκνῳ αὐτῶν· ἑτέ-
ρῳ δὲ μηδενὶ ἐξὸν ἐπιβιάσασθαι· ἐὰν δέ τις
ἐπιβιάσηται, δώσει ἱερὰ θεῷ Ἡφαίστῳ 𐆖 ͵αφʹ,
ὧν ὁ ἐλένξας λήμψεται τὸ τρίτον.
Search Help
Contact Us